292
καὶ πολεμεῖν ἑαυτοὺς διαιροῦντες, καὶ μετὰ ἀσπίδων τοὺς χάλικας συνεφόρουν. Ἐπειδὴ γὰρ ἄτειχος ἦν ἡ πόλις καὶ γεγυμνωμένη, τὰς ἀθρόους καὶ παρ' ἐλπίδα τῶν πολεμίων ἐφόδους καθ' ἑκάστην ὑποπτεύοντες ὥραν, ὡπλισμένοι τὰ τείχη ὕφαινον, καὶ ξίφη, καὶ ἀσπίδες, καὶ μάχαιραι παρέκειντο, καὶ πόῤῥωθεν σκοποί τινες τὴν ἄδηλον αὐτῶν ἀπαγγέλλοντες ἔφοδον, καὶ σαλπίζοντες, εἴποτε ᾔσθοντο αὐτοὺς πόῤῥωθεν ἐπιόντας. Ἀλλὰ κἂν ταῦτα ποιῆτε, φησὶ, καὶ ἄρτον ὀδύ 55.364 νης ἐσθίητε, πάντα εἰκῇ καὶ μάτην ἔσται, ἂν μὴ τὴν ἄνωθεν ἐπισπάσησθε συμμαχίαν. Εἰ δὲ ἐκεῖνοι, πόλιν ἵνα ἀναστήσωσι καὶ τείχη, τοσαύτης ἐδέοντο τῆς ἄνωθεν συμμαχίας· πολλῷ μᾶλλον ἡμεῖς τὴν ἐπὶ τὸν οὐρανὸν φέρουσαν ὁδεύοντες ὁδόν. Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί. Ποία αὕτη ἀκολουθία; Πολλὴ μὲν καὶ συνημμένη τοῖς προτέροις. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· ἐὰν μὴ τὰ παρ' ἑαυτοῦ ὁ Θεὸς παράσχῃ, πάντα εἰκῇ· ὅταν δὲ τὰ παρ' ἑαυτοῦ παράσχῃ, τότε καὶ ὕπνος ἡδὺς, τότε καὶ ἄνεσις, καὶ ζωὴ κινδύνων ἀπηλλαγμένη, καὶ ἀσφαλείας γέμουσα. βʹ. Ὅταν οὖν δῷ αὐτοῖς ὕπνον, ὅταν ἀναπαύσῃ αὐτοὺς, ὅταν ἀποκρούσηται τοὺς ἐπιόντας, οὐ μόνον οἰκοδομήσουσι τότε τὴν πόλιν, οὐ μόνον φυλάξουσιν, ἀλλὰ καὶ τὰ πολλῷ μείζονα λήψονται· πατέρες γὰρ ἔσονται παίδων πολλῶν, καὶ τὰ τῆς εὐτεκνίας αὐτοῖς ἐπιδώσει. Ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Ἕτερος, Μισθὸς ὁ καρπὸς τῆς γαστρός. Τί ἐστι τοῦτο; Μισθὸν, φησὶ, λήψονται τὴν εὐπαιδίαν. Εἰ γὰρ καὶ τῆς φύσεως ἔργον τὸ γινόμενον· ἀλλ' ὅταν ὁ Θεὸς τὰ παρ' ἑαυτοῦ παράσχῃ, καὶ αὕτη πλέον δραμεῖται. Καὶ γὰρ καὶ αὕτη τῆς ἄνωθεν δεῖται ῥοπῆς, καὶ κομάσει τῷ πλήθει τὰ Ἱεροσόλυμα. Οὐκ ἐν τούτοις δὲ ἔσται τὰ τῆς εὐημερίας μόνον, οἷον ἐν τῇ οἰκοδομίᾳ, ἐν τῇ φυλακῇ, ἐν τῇ εὐτεκνίᾳ· ἀλλὰ καὶ ἕτερα τούτοις προσέσται. Καὶ δεικνὺς ποῖα ταῦτα, ἐπάγει λέγων· Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων. Ἕτερος, Τῶν πεδητῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐκ ἔσονται ἐν ἀσφαλείᾳ τειχῶν μόνον, οὐδὲ ἐν πόλει ὀχυρᾷ, οὐδὲ ἐν εὐθηνίᾳ τῶν παίδων, ἀλλὰ καὶ φοβεροὶ τοῖς πολεμίοις, καὶ οὕτω φοβεροὶ ὡς τὰ βέλη. Οὐχ ἁπλῶς δὲ, Βέλη, ἀλλ', Ἐν χειρὶ τῶν δυνατῶν. Αὐτὰ γὰρ καθ' ἑαυτὰ οὐ φοβερὰ τὰ βέλη, ἀλλ' ὅταν ὑπὸ δυνατοῦ κατέχηται, θάνατον ἀπειλοῦντα τοῖς ἐπιοῦσιν. Οὕτως οὖν ἔσονται φοβεροὶ οὗτοι. Οὗτοι, ποῖοι; Οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Τουτέστι, τῶν ποτε ἠσθενηκότων, τῶν πεπεδημένων. Ἀναμιμνήσκει γὰρ αὐτοὺς συνεχῶς καὶ τῆς προτέρας δυσημερίας ἐν τῷ καιρῷ τῆς εὐημερίας, ἵνα πάντοθεν αὐτῶν ὀρθώσῃ τὴν διάνοιαν, καὶ ἐξ ὧν ἔπαθον, καὶ ἀφ' ὧν ἀπηλλάγησαν, καὶ ἐξ ὧν ἀπολαύσουσι. Μακάριος ἄνθρωπος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλῃ. Ἕτερός φησι· Μακάριος, ὃς πληρώσει τὴν φαρέτραν αὐτοῦ ἐξ αὐτῶν. Τουτέστιν, ὅτι καὶ τοῦτο αὐτοῖς προσέσται, δύναμις σώματος, φόβος ἀνύποιστος, εὐπαιδία, ἀσφάλεια, πόλεως κάλλος, νίκη καὶ τρόπαια ἐν πολέμοις. ∆ιὸ καὶ μακαρίζει αὐτοὺς τοὺς μέλλοντας ἀπολαύειν ταύτης τῆς εὐημερίας. Ἔσονται γὰρ, φησὶ, καθωπλισμένοι. Ἀλλ' οὐκ ἐν τούτοις ἱστῶ τὸν μακαρισμὸν, ἀλλὰ ὅτι οὐκ αἰσχυνθήσονται. Οὐ καταισχυνθήσονται γὰρ, φησὶν, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλῃ. Τί ποτε τοῦτό ἐστι; Τὸ μέγιστον τρόπαιον, ἡ μεγίστη λαμπρότης, ἡ φαιδρότης, ἡ μακαριότης. Οὐ μέλλουσι γὰρ ὀνειδίζεσθαι ὡς οὐκ ἀπολαύσαντες τῆς τοῦ Θεοῦ προνοίας, ἢ ὡς ἀσθενῆ Θεὸν ἐσχηκότες, ἢ ὡς δυνατὸν μὲν, ἐκ δὲ τῶν οἰκείων ἁμαρτημάτων τὴν πρόνοιαν τὴν αὐτοῦ διακρουσάμενοι· ἀλλὰ διὰ πάντων κομῶντες, διὰ τῆς πόλεως, διὰ τῶν τειχῶν, διὰ τῆς φυλακῆς, διὰ τῶν 55.365 παίδων, διὰ τῶν ὅπλων, διὰ τῆς δυνάμεως, οὐκ ἐγκαλυφθήσονται τοὺς πολεμίους