294
Καὶ ὅπουπερ ἂν ἴδῃ τις τῶν ἀνθρώπων, πολλοὺς ὄψεται τοὺς κρημνούς. Καὶ τί δεῖ τἄλλα λέγειν; Πολλάκις οἰκέτης μοχθηρὸς πάντα ἀνέτρεψε καὶ συνέχεε, καὶ οὐδὲν οὕτω σφαλερὸν, ὡς τὸ ἐν ἀνθρώποις κομᾷν. Ἀλλ' οὐχ ὁ τὸν Θεὸν φοβούμενος τοιοῦτος, ἀλλὰ τῶν κυμάτων ἀπηλλαγμένος, ἐν γαλήνῃ κάθηται καὶ λιμένι, τὴν ὄντως δρεπόμενος μακαριότητα. ∆ιὰ δὴ τοῦτο πάντα ἐκεῖνα παραδραμὼν ὁ προφήτης τοῦτον μακαρίζει μόνον. Ἐκεῖνος μὲν γὰρ ὁ μακαρισμὸς, ἂν μὴ πάντα συνδράμῃ, οὐκ ἄν ποτε σταίη· μᾶλλον δὲ καὶ ὅταν συνδράμῃ, τότε σαλεύεται παρ' αὐτῶν ἐκείνων τῶν τικτόντων αὐτόν. Καὶ γὰρ πλοῦτος ἀπώλεσε, καὶ γυνὴ πολλάκις εὔμορφος κατέλυσε, καὶ οἰκετῶν γένος προέδωκε, καὶ παῖδες γενόμενοι πατραλοῖαι κατέστησαν· καὶ ὅπερ ἔφθην εἰπὼν, πολλὰ πανταχόθεν ἔχει τὰ σφαλερά. Ἐνταῦθα δὲ κἂν πάντα συῤῥέῃ τἀναντία, οὐ μόνον οὐδὲν παραβλάπτει τὸν μακαρισμὸν τοῦτον, ἀλλὰ καὶ ἰσχυρότερον αὐτὸν καθίστησι καὶ ἀνδρειότερον. Κἂν γὰρ πενία, κἂν ἀτιμία, κἂν πήρωσις σώματος ᾖ, κἂν γυναικὸς μοχθηρία, κἂν παῖδες μοχθηροὶ, κἂν ὁτιοῦν εἴπῃς, οὐχ ὑποσκελίζει τοῦτον τὸν μακαρισμὸν, οὐδὲ παρασαλεύει. Οὐ γὰρ ἐξ ἐκείνων ἔχει τὴν γένεσιν, ἵνα καὶ ὑπ' ἐκείνων σείηται τῶν παρασυρομένων, ἀλλ' ἄνωθεν τὴν ῥίζαν κέκτηται· διὸ καὶ ἀχείρωτος μένει. Καὶ εἰ βούλεσθε, ἐπ' αὐτῶν τῶν πραγμάτων μεταχειρίσωμεν τοῦτον. Οὐχὶ δοῦλος ἦν Ἰωσήφ; οὐχὶ ξένος; οὐχὶ ἄπολις; οὐχὶ βαρβάρων οἰκέτης, πρότερον μὲν Σαρακηνῶν, ὕστερον δὲ ἀγριωτέρων τῶν Αἰγυπτίων; οὐχὶ μοιχὸς ἐνομίζετο; οὐ κατηγορεῖτο; οὐκ ἐσυκοφαντεῖτο; οὐ δεσμωτήριον ᾤκει; οὐχ ἅλυσιν περιέκειτο; Καὶ τί τούτων αὐτὸν ἔβλαψεν; Ἀλλὰ διὰ ταῦτα μὲν οὖν μάλιστα μακάριος ἦν. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτο, ὅπερ ἔφθην εἰπὼν, ὅτι οὐδὲν οὐ μόνον παραβλάπτεται ὁ μακαρισμὸς ἐντεῦθεν οὗτος, ἀλλὰ καὶ λαμπρότερος καὶ φαιδρότερος γίνεται. Εἰ γὰρ μηδὲν τούτων ἔπαθεν, οὐκ ἂν οὕτω μακάριος ἦν. βʹ. Βούλει καὶ τοὺς σφοδρότερον ἐν κακίᾳ διατρίψαντας εἴπω, εἶτα ἀθρόον μεταβαλομένους, καὶ πᾶσαν ἐκείνην τὴν κακίαν ἀποδυσαμένους; Τί τοῦ λῃστοῦ γέγονεν ἀθλιώτερον; Ἀλλ' ἀθρόον μακαριώτερος ἐφάνη πάντων. Καίτοι μυρίους εἰργάσατο φόνους· καὶ γὰρ σταυρῷ κατεδικάζετο, καὶ τὴν ἐπὶ θάνατον ἤγετο, καὶ πάντες αὐτοῦ κατηγόρουν, καὶ ὁ χρόνος ἅπας ἀνάλωτο, καὶ ὁ βίος δεδαπάνητο ἐν πονηρίᾳ· ἀλλ' ἐπειδὴ ἐν βραχεῖ χρόνῳ τὸν Θεὸν ὡς χρὴ φοβηθῆναι ἐφοβήθη, μακάριος γέγονε. Οὕτω καὶ ἡ πόρνη, καίπερ τὴν ὥραν ἐμπορευομένη, καὶ πᾶσιν εἰς ὕβριν προκειμένη, καὶ διὰ τοῦτο πάντων οὖσα ἀθλιωτέρα, μακαρία κατέστη, τὸν Θεὸν ὡς δεῖ φοβηθεῖσα. Οὐδὲν γάρ ἐστι κακὸν, ὃ μὴ σβέννυσιν ὁ τοῦ Θεοῦ φόβος· ἀλλὰ καθάπερ τὸ πῦρ οἷον ἂν λάβῃ σίδηρον διεστραμμένον, ἢ ἰοῦ πολλοῦ γέμοντα, καὶ λαμπρὸν 55.367 ἀποδείκνυσι καὶ φαιδρὸν, ἀποσμήχων, καὶ τελείως τὴν διαστροφὴν ἀνορθοῖ· οὕτω καὶ ὁ τοῦ Θεοῦ φόβος καὶ ἐν βραχεῖ χρόνῳ πάντα ἐργάσεται, καὶ τοὺς ὑπ' αὐτοῦ βαφέντας οὐδενὶ τῶν ἀνθρωπίνων ἀφίησιν ὑποσκελίζεσθαι. Οὐκ ἀσθενὴς ἦν ὁ Τιμόθεος; οὐχὶ διηνεκῶς ἐν νόσοις καὶ ταλαιπωρίαις; Τί οὖν ἐκείνου μακαριώτερον γέγονε; τί δαὶ ὁ Ἰώβ; εἰπέ μοι· οὐκ ἐν πενίᾳ κατέστη; οὐκ ἐν ἀπαιδίᾳ; οὐκ ἐν πληγῇ σώματος χαλεπωτάτῃ; οὐκ ἐν ὀνείδεσιν; οὐκ ἐν ὕβρεσιν; οὐκ ἐν λοιδορίαις; οὐκ ἐν λιμῷ; οὐκ ἐν ἅπασι τοῖς ἀνθρωπίνοις κακοῖς; Ἀλλ' ὅμως ἁπάντων καὶ οὗτος μακαριώτερος γέγονεν. Οὐ μόνον γὰρ οὐδὲν τούτων αὐτὸν ὑπεσκέλισεν, ἀλλὰ καὶ στερεώτερον εἰργάσατο. Καὶ γυνὴ δὲ μετὰ πάντων ἐκείνων ἐπέκειτο αὐτῷ ὀνειδίζουσα, καὶ ὅμως διὰ πάντων ἔλαμψε. Ταῦτα οὖν ἅπαντα ἐννοῶν ὁ Προφήτης ἔλεγε· Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, φησὶν, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Ἵνα γὰρ μὴ νομίσῃς ἀρκεῖν σοι τὸν φόβον,