295
προσέθηκε τὸ, Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ, δηλῶν ἀμφότερα, ὅτι Οἱ φοβούμενοι καὶ πορευόμενοι. Πολλοὶ γὰρ πίστιν ἔχοντες ἀκριβῆ, βίον δὲ διεφθαρμένον, ἀθλιώτεροι πάντων γεγόνασιν. Ἵνα οὖν μὴ δόξῃ ἐντεῦθεν ὁ λόγος ἐλέγχεσθαι, ἐπήγαγεν· Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τίνες δὲ αἱ τοῦ Θεοῦ ὁδοὶ, ἀλλ' ἢ ἡ κατὰ ἀρετὴν πολιτεία; ∆ιὰ ταύτης γὰρ ἔστιν εἰς τὸν οὐρανὸν ἀνιέναι, καὶ τῆς μητροπόλεως ἐπιλαμβάνεσθαι, καὶ αὐτὸν ὁρᾷν τὸν Θεὸν, ὡς ἀνθρώπῳ δυνατὸν ὁρᾷν. Ὁδοὶ δὲ αὐτοῦ λέγονται, ἐπειδὴ δι' αὐτῶν ἔστιν ἀπελθεῖν πρὸς τὸν Θεόν. Καὶ οὐκ εἶπεν, ὁδὸς, ἀλλ' ὁδοὶ, δεικνὺς ὅτι πολλαὶ αὐταὶ καὶ διάφοροι. ∆ιὰ γὰρ τοῦτο πολλὰς αὐτὰς ἔτεμε, τῇ ἀφθονίᾳ τῶν ὁδῶν εὔκολον ποιῶν ἡμῖν τὴν εἴσοδον. Οἱ μὲν γὰρ τῶν ἀνθρώπων ἐν παρθενίᾳ λάμπουσιν, οἱ δὲ ἐν γάμῳ διαπρέπουσιν, ἄλλοι χηρείᾳ κοσμοῦνται· καὶ οἱ μὲν τὰ πάντα ἀπεδύσαντο, οἱ δὲ τὰ ἡμίση· καὶ οἱ μὲν δι' ὀρθοῦ βίου, οἱ δὲ διὰ μετανοίας· διὰ γὰρ τοῦτο πολλὰς ἔτεμεν ὁδοὺς, ἵνα εὐκόλως ὁδεύῃς. Οὐκ ἴσχυσας μετὰ τὸ λουτρὸν καθαρὸν διαφυλάξαι σου τὸ σῶμα; ∆ύνασαι διὰ μετανοίας σαυτὸν ποιῆσαι καθαρὸν, δύνασαι διὰ χρημάτων, δι' ἐλεημοσύνης. Ἀλλ' οὐκ ἔχεις χρήματα; Ἀλλ' ἐπισκέπτεσθαι δύνασαι τὸν ἀῤῥωστοῦντα, ἀπιέναι πρὸς τὸν δεδεμένον, ψυχροῦ ποτήριον διδόναι, καὶ ὁμωρόφιον ποιεῖν τὸν ξένον, δύο παρέχειν ὀβολοὺς, ὡς ἡ χήρα, καὶ στενάζειν ἐπὶ τοῖς ὀδυνωμένοις. Καὶ γὰρ καὶ τοῦτο ἐλεημοσύνη. Ἀλλ' ἔρημος εἶ καὶ πένης καθ' ὅλου, καὶ ἀσθενὴς τὸ σῶμα, καὶ οὐδὲ βαδίσαι δύνασαι; Φέρε πάντα εὐχαρίστως ταῦτα, καὶ μέγαν ἐκαρπώσω τὸν μισθόν. Ἐπεὶ καὶ τοῦ Λαζάρου τοῦτο ἦν τὸ κατόρθωμα. Οὐδὲ γὰρ ἀπὸ χρημάτων ἐκεῖνος ἐπεκούρησέ τινι. Πῶς γὰρ ὁ μηδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς; Οὐκ εἰς δεσμωτήριον εἰσῆλθε. Πῶς γὰρ ὁ μηδὲ ὀρθοῦσθαι δυνάμενος; Οὐκ ἄῤῥωστον ἐπεσκέψατο. Πῶς γὰρ ὁ προκείμενος ταῖς γλώσσαις τῶν κυνῶν; Ἀλλ' ὅμως καὶ τούτων χωρὶς τὸ βραβεῖον τῆς ἀρετῆς ἥρπασε τῷ πάντα γενναίως ἐνεγκεῖν, τῷ τὸν 55.368 μὲν ὠμὸν καὶ ἀπάνθρωπον εὐδοκιμοῦντα καὶ ἐντρυφῶντα ὁρᾷν, ἑαυτὸν δὲ ἐν τοσούτοις κακοῖς, καὶ μηδὲν ἀπηχὲς ῥῆμα φθέγξασθαι. ∆ιὰ δὲ τοῦτο τοὺς κόλπους ἀπελάμβανε τοῦ Ἀβραὰμ ὁ νεκροῦ οὐδὲν ἄμεινον διακείμενος, ἀλλ' ἀργὸς ἐν τῷ πυλῶνι τοῦ πλουσίου τότε ἐῤῥιμμένος, καὶ μετὰ τοῦ τοσαῦτα κατωρθωκότος πατριάρχου ἐστεφανοῦτο· καὶ ἀνηγορεύετο, καὶ τῶν κόλπων ἀπέλαυε τῶν ἐκείνου, οὐκ ἐλεημοσύνας ποιήσας, οὐκ ἀδικουμένῳ χεῖρα ὀρέξας, οὐ ξένους ὑποδεξάμενος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἐπιδείξασθαι δυνηθεὶς, ἀλλ' ἐν πᾶσι μόνον εὐχαριστήσας, καὶ τὸν τῆς ὑπομονῆς λαμπρὸν ἀπενεγκὼν στέφανον. Μέγα γὰρ ἔργον εὐχαριστία καὶ φιλοσοφία, καὶ καρτερία ἐν τοσούτοις κακοῖς γυμναζομένη· καὶ πάντων μεῖζον κατόρθωμα τοῦτο. Ὅθεν καὶ ὁ Ἰὼβ ἐστεφανοῦτο, διὸ καὶ ὁ διάβολος ἔλεγε· ∆έρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ· ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῆς σαρκὸς αὐτοῦ. Οὐ γὰρ μικρὸν, ὀδυνωμένην χαλινῶσαι ψυχὴν, πρὸς τὸ μηδὲν ἁμαρτεῖν. Τοῦτο μαρτυρίου ἴσον, τοῦτο κολοφὼν τῶν ἀγαθῶν. γʹ. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, πολλάκις ὑπὸ νόσου κατεχόμενος, ἢ πυρετῶν, ἢ ἀλγηδόνων τῆς ὀδύνης σε ἀναγκαζούσης εἰπεῖν τι βλάσφημον, ἐὰν κατάσχῃς σαυτὸν, καὶ εὐχαριστήσῃς, καὶ δοξολογήσῃς τὸν Θεὸν, τὸν αὐτὸν λήψῃ μισθόν. Τίνος γὰρ ἕνεκεν βλασφημεῖς, εἰπέ μοι, καὶ πικρὸν ῥῆμα ἐκφέρεις; Μὴ κουφότερόν σοι γίνεται τὸ ἄλγος; Μάλιστα μὲν γὰρ εἰ καὶ κουφότερον ἐγίνετο, οὐδὲ οὕτως ἔδει τολμᾷν, οὐδὲ ψυχῆς σωτηρίαν ἀποδόσθαι, τῷ σώματί σου τὴν παραμυθίαν ἐπινοοῦντα· νῦν δὲ οὐ μόνον οὐ κουφίζεταί σου τὸ ἄλγος, ἀλλὰ καὶ χαλεπώτερον γίνεται. Ὁ γὰρ διάβολος ὁρῶν ὅτι ἴσχυσέ τι, καὶ εἰς βλασφημίαν σε ἐξήγαγεν, ἐπιτείνει τὴν κάμινον, ἀνάπτει τὴν ὀδύνην,