298
προκαλῶμεν εἰς ἔργον τὰς ὑποσχέσεις. Ἂν γὰρ μὴ τοῦτο ποιῶμεν, οὐκ ἀρκεῖ ἡ ἐπαγγελία σῶσαι μόνη. Ἐπεὶ καὶ τῷ Ἰούδᾳ ἐπηγγείλατο, ὅτι καθιεῖται ἐπὶ τοῦ θρόνου μετὰ τῶν ἕνδεκα μαθητῶν· καὶ οὐκ ἐκάθισεν· ἡ δὲ αἰτία οὐ παρὰ τὸν ὑποσχόμενον, ἀλλὰ παρὰ τὸν ἀνάξιον τῆς ὑποσχέσεως φανέντα. Καὶ ἡμεῖς τοίνυν ἔχοντες βασιλείας ἐπαγγελίαν, μὴ ῥᾳθυμῶμεν, ἀλλὰ τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν, ἵνα δυνηθῶμεν τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΚΗʹ ΨΑΛΜΟΝ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰ πάτω δὴ Ἰσραήλ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου· καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἕτερός φησιν ἑρμηνευτὴς, Ἀλλ' οὐκ ἠδυνήθησάν μοι. Καὶ οὗτος τοῦ πρὸ αὐτοῦ ἔχεται ὁ ψαλμός. Ἐπειδὴ γὰρ διεκόπτετο τὰ τῆς οἰκοδομῆς, καὶ πρὸς τέλος τὸ ἔργον οὐκ ᾔει, ἄγων αὐτοὺς εἰς χρηστὰς ἐλπίδας, ἵνα μὴ ἀπογινώσκωσιν, ἐκ τῶν παρελθόντων περὶ τῶν μελλόντων θαῤῥεῖν αὐτοὺς παρασκευάζει, καὶ παιδεύει αὐτοὺς λέγειν ταῦτα τὰ ῥήματα. Ποῖα δέ; Ὅτι πολλάκις ἐπιθέμενοι, περιγενέσθαι οὐκ ἴσχυσαν, οὐδὲ ὁλοσχερῆ νίκην ἤραντο. Καὶ μὴν ἔλαβον αἰχμαλώτους, φησὶ, καὶ πρὸς τὴν ἀλλοτρίαν μετέστησαν, καὶ πολλοὺς πολέμους ἐνίκησαν. Μάλιστα μὲν καὶ τότε οὐκ ἐκ τῆς οἰκείας ἰσχύος, ἀλλ' ἐκ τῆς τῶν Ἰουδαίων ἁμαρτίας περιεγένοντο. Ἄλλως δὲ οὐ μέχρι τέλους ἔμειναν ὡς περιγεγονότες. Οὐδὲ γὰρ ἴσχυσαν παντελῶς ἀφανίσαι τὸ γένος, οὐδὲ ἐξαλεῖψαι τὴν πόλιν, οὐδὲ εἰς τέλος ἀπολέσαι τὸ ἔθνος· ἀλλὰ πρὸς ὀλίγον, ἐνδιδόντος τοῦ Θεοῦ, περιγενόμενοι, πάλιν ἡττῶντο. Πῶς δὲ ἡττῶντο; Τῶν Ἰουδαίων ἐπὶ τὴν προτέραν εὐπραγίαν ἐπανιόντων. Ὃ καὶ δηλῶν ἕτερος ἑρμηνευτὴς, Ἀλλ' οὐχ ὑπερίσχυσάν μου, εἶπεν. Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοὶ, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Τί ἐστι τοῦτο; Οὐχ ὡς ἔτυχεν ἐπεβούλευον, φησὶν, ἀλλὰ πολλὰ ἐμηχανῶντο καὶ ἐπραγματεύοντο, δόλους ῥάπτοντες, λάθρᾳ ἐπιτιθέμενοι. Τὸ γὰρ, Ἐπὶ τὸν νῶτόν μου, ἢ τὸ δολερὸν καὶ ὕπουλον δηλοῖ, ἢ τὸ κατὰ κράτος καὶ μετὰ πολλῆς τῆς σφοδρότητος. Τουτέστιν, αὐτὴν τὴν δύναμίν μου συνθλάσαι ἐπεχείρουν. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐτέ 55.372 κταινον, Ἠροτρίασαν, εἶπεν, ἵνα δηλώσῃ, ὅτι ἔργον ἐποιοῦντο τὴν κατὰ τοῦ δικαίου ἐπιβουλήν. Ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Τί ἐστιν ὃ λέγει; ∆είκνυσιν ὅτι οὐ μετὰ σφοδρότητος ἐπῄεσαν μόνον, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς προσεδρίας, πολὺν δαπανῶντες χρόνον, καὶ ἔργον ποιούμενοι τὴν ἐπιβουλὴν, καὶ ἐπιμένοντες διηνεκῶς. Ἀλλ' οὐδὲν αὐτοῖς ἐγίνετο πλέον. οὐ παρὰ τὴν ἡμετέραν ἰσχὺν, ἀλλὰ παρὰ τὴν τοῦ Θεοῦ δύναμιν. ∆ιόπερ δεικνὺς τὸν ἱστῶντα τὸ τρόπαιον, καὶ τὴν νίκην ἐργαζόμενον, ἐπήγαγε· Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Ἕτερος δὲ ἀντὶ τοῦ, Αὐχένας, Βρόχους εἶπε, δηλῶν τὰς ἐπιβουλὰς, τὰς ἐφόδους, τὰς μηχανάς. Καλῶς δὲ οὐ, διέλυσε, εἶπεν, ἀλλὰ, Συνέκοψεν, ἵνα μᾶλλον ἐμφήνῃ ὅτι τοῦτο εἰργάσατο, ἄχρηστα εἰς τέλος ποιῶν αὐτῶν τὰ βουλεύματα. Καὶ γὰρ ἀρχομένης τῆς πόλεως κτίζεσθαι πάλιν, πολλοὶ πανταχόθεν ἐπιτιθέμενοι ἦσαν τῷ φθόνῳ τηκόμενοι, καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις τοῦτο ἐποίουν. Τοῦτο γέγονε καὶ ἐπὶ τῆς Ἐκκλησίας. Ἀρχομένης γὰρ αὐτῆς φύεσθαι, συνεχῶς ἐπετίθεντο πάντες· παρὰ μὲν τὴν ἀρχὴν βασιλεῖς, καὶ δῆμοι, καὶ τύραννοι· μετὰ δὲ ταῦτα τῶν αἱρέσεων αἱ ἐπιβουλαὶ, καὶ πολὺς πανταχόθεν ὁ πόλεμος καὶ ποικίλος ἀνεῤῥιπίζετο· ἀλλ' ὅμως οὐδὲν ἴσχυσεν· ἀλλὰ τὰ μὲν τῶν πολεμίων ἐλύθη,