299
τὰ δὲ τῆς Ἐκκλησίας ἀνθεῖ. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Ἄλλος, Ἀνατραπήτωσαν εἰς τὰ ὀπίσω. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων. Ἕτερός φησι, Τὴν δράκα αὐτοῦ. Καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. Καὶ οὐκ εἶπαν οἱ παράγοντες, Εὐλογία Κυρίου ἐφ' ὑμᾶς. Εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου. Εἰς εὐχὴν κατακλείει τὴν παραίνεσιν ἀπό τε τῆς διηγήσεως τῶν παρελθόντων, ἀπό τε τῆς εὐχῆς θαῤῥεῖν παρασκευάζων τὸν ἀκροατὴν, καὶ δεικνὺς τοῦ πολέμου τὴν ὑπόθεσιν ἄδικον. Ἀπὸ γὰρ φθόνου καὶ μίσους τὰ τῆς μάχης ᾔρετο· διό φησιν, Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Μὴ μόνον ἡττηθείησαν, ἀλλὰ καὶ αἰσχρῶς καὶ καταγελάστως. Εἶτα εἰπὼν, Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ἐνδιατρίβει τῇ εἰκόνι, οὐχ ἁπλῶς χόρτῳ παραβάλλων, ἀλλὰ τῷ ἐπὶ δωμάτων. Καίτοι γε καὶ ὁ ἐν πεδίῳ λιπαρῷ, ταχέως διαῤῥεῖ, ἀλλ' ἐκεῖνος πλείονα δεικνὺς τῶν ἐναντίων τὴν εὐτέλειαν, τῷ ἐπὶ τῶν δωμάτων αὐτοὺς παραβάλλει· ὥστε ἑκατέρωθεν δεῖξαι αὐτῶν τὸ εὐκατάπτωτον, καὶ ἀπὸ τῆς φύσεως τοῦ χόρτου, καὶ ἀπὸ τῆς φύσεως τοῦ τόπου. Τοιαῦται, φησὶ, τῶν ἐναντίων αἱ ἔφοδοι, οὐκ ἔχουσαι ῥίζαν, οὐδὲ ὑπόστασιν· ἀλλὰ πρὸς ὀλίγον μὲν δοκοῦσιν ἀνθεῖν, ὕστερον δὲ ἐλέγχονται, καὶ ἑαυτοῖς περιπίπτουσι. Τοιαύτη καὶ τῶν ἐν ἀδικίᾳ ζώντων ἡ εὐημερία, τῶν βιωτικῶν ἡ φαιδρότης· ὁμοῦ τε γὰρ φαίνεται καὶ ἀπόλλυται, οὔτε ὑπόστασίν τινα, οὔτε δύναμιν ἔχουσα. ∆ιόπερ οὐ δεῖ τούτοις προσέχειν, ἀλλὰ τὸ εὐκατάλυτον αὐτῶν ἐννοοῦντας, τῶν ἀθανάτων ἐφίεσθαι καὶ ἀκινήτων πραγμάτων, καὶ οὐκ ἐχόντων μεταβολήν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΚΘʹ ΨΑΛΜΟΝ. Ἐκ βαθέων ἐκεκραξά σοι, Κύριε· Κύριε, εἰσάκου σον τῆς φωνῆς μου. αʹ. Τί ἐστιν, Ἐκ βαθέων; Οὐχ ἁπλῶς, ἀπὸ στόματος, οὐδὲ ἁπλῶς, ἀπὸ γλώττης· καὶ γὰρ τῆς διανοίας πλανωμένης τὰ ῥήματα ἐκχεῖται· ἀλλὰ, ἀπὸ καρδίας βαθυτάτης, μετὰ πολλῆς τῆς σπουδῆς καὶ τῆς προθυμίας, ἐξ αὐτῶν τῆς διανοίας τῶν βάθρων. Τοιαῦται γὰρ αἱ τῶν θλιβομένων ψυχαί· αὐτὴν συγκινοῦσιν ὁλόκληρον τὴν καρδίαν, μετὰ πολλῆς τῆς κατανύξεως τὸν Θεὸν καλοῦντες· διὸ δὴ καὶ ἀκούονται. Αἱ γὰρ τοιαῦται εὐχαὶ πολλὴν ἔχουσι δύναμιν, οὐ περιτρεπόμεναι οὐδὲ σαλευόμεναι, κἂν μετὰ πολλῆς ῥύμης ὁ διάβολος ἐπέλθῃ. Καθάπερ γὰρ δένδρον ἰσχυρὸν, καὶ κατὰ πολλοῦ τοῦ βάθους τῆς γῆς παραπέμπον τὴν ῥίζαν, καὶ τοὺς κόλπους αὐτῆς περισφίγγον, πρὸς ἅπασαν πνευμάτων ῥύμην ἀνθίσταται, τὸ δὲ περὶ τὴν ἐπιφάνειαν κείμενον, μικρᾶς προσπεσούσης αὔρας διασαλεύεται, καὶ πρόῤῥιζον ἐκτιλὲν ἐπὶ τῆς γῆς κεῖται· οὕτω δὴ καὶ αἱ εὐχαὶ αἱ μὲν κάτωθεν ἀνιοῦσαι καὶ πρὸς τὸ βάθος ἐῤῥιζωμέναι, κἂν μυρίοι προσέλθωσι λογισμοὶ, κἂν ἅπασα ἡ τοῦ διαβόλου παράταξις, ἐκτενεῖς μένουσι καὶ ἀνένδοτοι, μὴ περιτρεπόμεναι· αἱ δὲ ἀπὸ τοῦ στόματος καὶ τῶν χειλέων προϊοῦσαι, καὶ μὴ ἀνερχόμεναι κάτωθεν, οὐδὲ πρὸς τὸν Θεὸν ἀναβῆναι δύνανται, διὰ τὴν ῥᾳθυμίαν τοῦ προσιόντος. Τὸν γὰρ τοιοῦτον κἂν κτύπος τις γένηται, περιέτρεψε· κἂν θόρυβος, ἀπήγαγε τῆς ἱκετηρίας· καὶ τὸ μὲν στόμα ἠχεῖ, ἡ δὲ καρδία κενὴ καὶ ἡ διάνοια ἔρημος. Ἀλλ' οὐχ οἱ ἅγιοι οὕτως ηὔχοντο, ἀλλὰ μετὰ τοσαύτης τῆς ἐπιτάσεως, ὡς καὶ ὅλον τὸ