300
σῶμα κατακάμπτειν. Ὁ γοῦν μακάριος Ἠλίας εὐχόμενος, πρῶτον μὲν ἐρημίαν ἐζήτησεν· εἶτα τὴν κεφαλὴν μεταξὺ τῶν γονάτων θεὶς, καὶ μετὰ πολλῆς ἑαυτὸν ἀνακαίων τῆς θερμότητος, οὕτω τὰς εὐχὰς ἠφίει. Εἰ δὲ βούλει καὶ ὀρθὸν ἑστῶτα ἰδεῖν ἐν εὐχῇ, ὅρα πάλιν αὐτὸν ἐκτεταμένον πρὸς τὸν οὐρανὸν, καὶ οὕτως ἐκτεταμένον, ὡς καὶ πῦρ ἄνωθεν κατενεγκεῖν. Οὕτω καὶ ὅτε τῆς χήρας τὸ παιδίον ἀναστῆσαι ἐβούλετο, ὅλον ἑαυτὸν συντείνας, τὴν ἀνάστασιν ἐκείνην εἰργάζετο, οὐ διακλώμενος, οὐδὲ χασμώμενος καθάπερ ἡμεῖς, ἀλλὰ διαθερμαινόμενος τῇ προθυμίᾳ τῆς εὐχῆς. Καὶ τί λέγω τὸν Ἠλίαν καὶ τοὺς ἁγίους ἐκείνους; Γυναῖκας εἶδον πολλάκις δι' ἀπόδημον ἄνδρα καὶ παιδίον ἀῤῥωστοῦν οὕτως ἐκ βαθέων εὐχομένας, καὶ τοσαύτας πηγὰς ἀφιείσας δακρύων, ὡς καὶ αὐτοῦ τοῦ τέλους ἐπιτυχεῖν τῆς εὐχῆς. Εἰ δὲ ὑπὲρ παιδίου καὶ ἀνδρὸς ἀποδήμου οὕτω θερμαίνονται γυναῖκες ἐν εὐχαῖς, ποίαν ἕξει συγγνώμην ὁ ἀνὴρ τῆς ψυχῆς νενεκρωμένης μαλακιζόμενος; ∆ιά τοι τοῦτο πολλάκις εὐχόμενοι, κενοὶ πάλιν ἀναχωροῦμεν. Ἄκουσον τῆς Ἄννης, πῶς ηὔχετο ἐκ βαθέων, οἵας ἠφίει πηγὰς δακρύων, πῶς μετάρσιος γέγονεν ἀπὸ τῆς εὐχῆς. Ὁ γὰρ οὕτως εὐχόμενος, καὶ πρὶν ἢ λαβεῖν ἅπερ αἰτεῖ, μεγάλα ἀπὸ τῆς εὐχῆς καρποῦται καλὰ, τὰ πάθη καταστέλλων ἅπαντα, θυμὸν μαλάσσων, φθόνον ἐκβάλλων, ἐπιθυμίαν τήκων, τῶν βιωτικῶν τὸν ἔρωτα καταμαραίνων, ἐν πολλῇ γαλήνῃ τὴν ψυχὴν καθι 55.374 στὰς, εἰς αὐτὸν λοιπὸν τὸν οὐρανὸν ἀνιών. Καθάπερ γὰρ εἰς σκληρὰν γῆν ὑετὸς καταφερόμενος, ἢ σίδηρον πῦρ μαλάσσει· οὕτω τὸ σκληρὸν τῆς διανοίας τὸ ἀπὸ τῶν παθῶν ἡ τοιαύτη εὐχὴ καὶ πυρὸς σφοδρότερον, καὶ ὑετοῦ μᾶλλον καταμαλάσσει καὶ διαβρέχει. Ἔστι μὲν γὰρ ἁπαλὴ καὶ εὔπλαστος ἡ ψυχή· ἀλλ' ὅπερ τὸ τοῦ Ἴστρου πολλάκις πάσχει ὕδωρ, τῷ κρυμῷ πετρούμενον, τοῦτο καὶ ἡ ψυχὴ ἡ ἡμετέρα, ὑπὸ τῆς ἁμαρτίας καὶ πολλῆς ῥᾳθυμίας σκληρυνομένη καὶ λίθος γινομένη. ∆εῖ τοίνυν ἡμῖν πολλῆς θέρμης. ὥστε καταμαλάξαι τὸ σκληρόν. Τοῦτο δὲ μάλιστα εὐχὴ ἐργάζεται. Ὅταν τοίνυν μεταχειρίζῃ τὴν εὐχὴν, μὴ τοῦτο ζήτει μόνον, ὅπως λάβῃς ὅπερ αἰτεῖς· ἀλλὰ καὶ ὅπως ἐν αὐτῇ τῇ εὐχῇ βελτίω ποιήσῃς τὴν ψυχήν. Καὶ γὰρ καὶ τοῦτο ἔργον εὐχῆς. Ὁ οὕτως εὐχόμενος, ἀνώτερος γίνεται τῶν βιωτικῶν, πτεροῦται τῇ διανοίᾳ, κοῦφον ποιεῖ τὸν λογισμὸν, οὐδενὶ τῶν παθῶν ἁλίσκεται. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε. ∆ύο ἐνταῦθα τίθησι, καὶ τὸ, Ἐκ βαθέων, καὶ τὸ κράξαι· κραυγὴν οὐ τὸν τόνον λέγων τῆς φωνῆς, ἀλλὰ τὴν διάθεσιν τῆς γνώμης. Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Ἐντεῦθεν δύο μανθάνομεν, ὅτι τε ἁπλῶς οὐκ ἔστι τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἐὰν μὴ τὰ παρ' ἡμῶν ὑπάρξῃ· διὸ καὶ πρότερόν φησιν, Ἐκ βαθέων ἐκέκραξα, καὶ τότε, Εἰσάκουσον· ἔπειτα ὅτι εὐχὴ ἐκτεταμένη καὶ δακρύων κατανύξεως γέμουσα πολλὴν ἔχει δύναμιν πρὸς τὸ πεῖσαι τὸν Θεὸν ἐπινεῦσαι τοῖς λεγομένοις. Καὶ γὰρ ὥσπερ μέγα τι κατωρθωκὼς, καὶ τὰ παρ' αὐτοῦ πληρώσας, οὕτως ἐπήγαγε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ὦτα τὴν ἀκουστικὴν λέγει δύναμιν· καὶ πάλιν φωνήν φησιν, οὐ τὸν τόνον τοῦ πνεύματος, οὐδὲ τὴν κραυγὴν αἰνιττόμενος, ἀλλὰ τὴν συντεταμένην διάθεσιν. Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Ἁμαρτωλὸς ὢν, καὶ μυρίων γέμων κακῶν, οὐ δύναμαι προσιέναι καὶ εὔχεσθαι, καὶ τὸν Θεὸν καλεῖν, περιαιρῶν ταύτην τὴν σκῆψιν φησίν· Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Τὸ γὰρ, Τίς, ἐνταῦθα οὐδείς ἐστιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, οὐδένα μετὰ ἀκριβείας παρέχοντα τῶν πραγμάτων τὰς εὐθύνας, τυχεῖν ἐλέους καὶ φιλανθρωπίας ποτέ. βʹ. Καὶ ταῦτα λέγομεν, οὐκ εἰς ῥᾳθυμίαν τὰς ψυχὰς ἐμβάλλοντες, ἀλλὰ παραμυθούμενοι τοὺς εἰς ἀπόγνωσιν πίπτοντας. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν, ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Καὶ τί λέγω