301
τοὺς ἄλλους; Εἰ γὰρ Παῦλον εἰς μέσον ἀγάγω, καὶ βουληθείην ἀπαιτῆσαι αὐτὸν ἀκριβῆ τῶν γεγενημένων ἐξέτασιν, οὐ δυνήσεται ὑποστῆναι. Τί γὰρ καὶ δυνήσεται ἐρεῖν; Προφήτας ἀνέγνω κατὰ ἀκρίβειαν, τοῦ πατρῴου νόμου ζηλωτὴς ὑπάρχων, σημεῖα εἶδεν ἐπιτελούμενα, καὶ ὅμως ἔμενε διώκων, καὶ οὐ πρότερον μετέστη, ἕως τῆς θαυμαστῆς ἐκείνης ἀπέλαυσεν ὄψεως, καὶ τῆς φρικτῆς ἤκουσε φωνῆς· πρὸ δὲ τούτου ἔμενε πάντα φύρων καὶ συγχέων. Ἀλλ' ὅμως πάντα ἐκεῖνα 55.375 παραδραμὼν ὁ Θεὸς καὶ ἐκάλεσε, καὶ χάριτος ἠξίωσε πολλῆς. Τί δὲ τὸν κορυφαῖον ἐκεῖνον τὸν Πέτρον; οὐ μετὰ μυρία θαύματα καὶ σημεῖα, καὶ τοσαύτην παραίνεσιν καὶ συμβουλὴν, ἤλεγξε εἰς τὸ πτῶμα ἐκεῖνο τὸ χαλεπὸν πεσόντα; Ἀλλ' ὅμως κἀκεῖνο παρέδραμε, καὶ πρῶτον τῶν ἀποστόλων κατέστησε. ∆ιὸ ἔλεγε· Σίμων, Σίμων, ἰδοῦ ἐζήτησεν ὁ σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Καὶ μετὰ ταῦτα δὲ, εἰ μὴ ἐλέῳ καὶ φιλανθρωπίᾳ ἔλθῃ κρῖναι, ἀλλ' ἀκριβῆ ποιήσασθαι τὴν ἐξέτασιν, πάντας ὑπευθύνους εὑρήσει πάντως. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε. Ὁ διπλασιασμὸς οὐχ ἁπλῶς, ἀλλὰ θαυμάζοντος, καὶ ἐκπληττομένου τὸν πολὺν τῆς φιλανθρωπίας ἐστὶν ὄγκον, καὶ τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀπέραντον, καὶ τὸ ἀχανὲς πέλαγος τῆς ἀγαθότητος. Τίς ὑποστήσεται; Καὶ οὐκ εἶπε, τίς διαφεύξεται; ἀλλὰ, Τίς ὑποστήσεται; Οὐδὲ στῆναι δυνήσεται, φησίν. Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι. Τί ἐστιν, Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν; Οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν, ἀλλ' ἐν τῇ ἀγαθότητι τῇ σῇ ἐστι τὸ διαφυγεῖν τὴν κόλασιν. Τὸ γὰρ διαδρᾶναι τὴν δίκην ἐν τῇ σῇ κεῖται φιλανθρωπίᾳ. Κἂν μὴ ταύτης ἀπολαύσωμεν, τὰ ἡμέτερα οὐκ ἀρκεῖ τῆς μελλούσης ἡμᾶς ἐξαρπάσαι ὀργῆς. γʹ. Τοῦτο καὶ διὰ τοῦ προφήτου δηλῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου. Τουτέστι, τοῦτο ἐμόν ἐστι, τῆς ἐμῆς ἀγαθότητος, τῆς ἐμῆς φιλανθρωπίας. Ὡς τά γε σὰ οὐκ ἀρκεῖ ποτε πρὸς ἐλευθερίαν τιμωρίας, ἂν μὴ τὰ τῆς ἐμῆς προστεθῇ φιλανθρωπίας. Καὶ πάλιν· Ἐγὼ ἀνέχομαι ὑμῶν. Ἕνεκεν τοῦὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἄλλος, Ἕνεκεν τοῦ νόμου σου. Ἕτερος πάλιν, Ἕνεκεν τοῦ γνωσθῆναι τὸν λόγον σου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· διὰ τὴν φιλανθρωπίαν σου, διὰ τὸν νόμον σου προσεδόκησα σωτηρίαν· ἐπεὶ εἰς τὰ ἐμαυτοῦ εἰ ἀπεῖδον, πάλαι ἂν ἀπέγνων, πάλαι ἂν ἀπήλπισα· νῦν δὲ τῷ νόμῳ σου προσέχων καὶ τῷ λόγῳ σου, χρηστὰς ἔχω ἐλπίδας. Ποίῳ λόγῳ; Τῷ τῆς φιλανθρωπίας. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Καθὼς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ βουλαί μου ἀπὸ τῆς βουλῆς ὑμῶν, καὶ αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν. Καὶ πάλιν· Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ πάλιν· Καθ' ὅσον ἀπέχουσιν αἱ ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Τουτέστιν, οὐ κατορθώσαντας ἔσωσα μόνον, ἀλλὰ καὶ ἁμαρτανόντων ἐφεισάμην, καὶ μεταξὺ τῶν πλημμελημάτων τῶν σῶν τὴν ἀντίληψιν τὴν ἐμαυτοῦ καὶ τὴν κηδεμονίαν ἐπεδειξάμην. Ἄλλος φησὶν, Ὅπως ἐπίφοβος ἔσῃ, προσεδόκησα τὸν Κύριον. Ἐπίφοβος τίνι; Τοῖς ἐχθροῖς, τοῖς ἐπιβούλοις, τοῖς ἐχθραίνουσί μοι. Τί δέ ἐστι πάλιν, Ἕνεκεν τοῦ ὀνόματός σου; Ὅτι εἰ καὶ ἁμαρτωλὸς ἐγὼ, καὶ μυρίων γέμων κακῶν, φησὶν, ἀλλ' ὅμως ᾔδειν, ὅτι ἵνα μὴ τὸ ὄνομά σου βεβηλωθῇ, οὐκ ἂν περιεῖδες ἡμᾶς ἀπολλυμένους. Ὃ καὶ αὐτὸς ἐν τῷ 55.376 Ἰεζεκιὴλ λέγει· Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, ἀλλὰ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσιν. Τουτέστιν, ἡμεῖς μὲν οὐκ ἦμεν ἄξιοι σωθῆναι, οὐδὲ εἴχομέν τινα ἀπὸ τῶν πεπραγμένων ἡμῖν προσδοκίαν χρηστήν· διὰ δὲ τὸ ὄνομά σου προσδοκῶμεν σώζεσθαι, καὶ αὕτη ἡμῖν ὑπολέλειπται σωτηρίας ἐλπίς. Ἄλλος, Ἕνεκεν φόβου ὑπέμεινα Κύριον. Ἄλλος,Ἕνεκεν