302
νόμου ὑπέμεινα Κύριον. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἄλλος, Προσεδόκησεν ἡ ψυχή μου τῷ ῥήματι αὐτοῦ. Ἄλλος, Ὑπέμεινεν ἡ ψυχή μου, καὶ τὸ ῥῆμα αὐτοῦ ἐκαραδόκησα. Τουτέστιν, ἀπὸ τῶν ἐπαγγελιῶν καὶ τῶν συνεχῶν ὑποσχέσεων τῶν περὶ φιλανθρωπίας καὶ χρηστότητος ἄγκυραν εἶχον ἱερὰν, καὶ οὐκ ἀπηγόρευον τὰ κατὰ ἐμαυτόν. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Πάντα τὸν βίον, φησί· τουτέστι, νύκτα καὶ ἡμέραν πᾶσαν. Οὐδὲν γὰρ πρὸς σωτηρίαν ἴσον τοῦ διαπαντὸς ὁρᾷν, καὶ τῆς ἐλπίδος ἐκκρέμασθαι ἐκείνης, κἂν μυρία συμπίπτῃ τὰ εἰς ἀπόγνωσιν ἐμβάλλοντα. Τοῦτο τεῖχος ἀῤῥαγὲς, τοῦτο ἀσφάλεια ἀχείρωτος, τοῦτο πύργος ἄμαχος. Κἂν τὰ πράγματα τοίνυν θάνατον ἀπειλῇ, καὶ κίνδυνον, καὶ πανωλεθρίαν, μὴ ἀποστῇς ἐλπίζων εἰς Θεὸν, καὶ προσδοκῶν τὴν παρ' αὐτοῦ σωτηρίαν. Ῥᾴδια γὰρ αὐτῷ πάντα καὶ εὔκολα, καὶ ἐξ ἀπόρων πόρον εὑρεῖν δυνήσεται. Μὴ τοίνυν κατὰ ῥοῦν φερομένων τῶν πραγμάτων προσδόκα ἀπολαύσεσθαι συμμαχίας μόνον· ἀλλὰ καὶ τότε μάλιστα, ὅταν κλυδώνιον ᾖ καὶ χειμὼν, καὶ ὁ περὶ τῶν ἐσχάτων ἐπικρέμαται κίνδυνος. Τότε γὰρ μάλιστα πλεῖον ὁ Θεὸς τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται. Τοῦτο οὖν ἐστιν ὃ λέγει· διαπαντὸς δεῖ πρὸς Κύριον ἐλπίζειν πάντα τὸν βίον, πᾶσαν τὴν ζωήν. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις. Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Τί ἐστιν, Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος; Πηγὴ καὶ θησαυρὸς ἐκεῖ φιλανθρωπίας, φησὶ, πηγάζων διηνεκῶς. Ὅπου δὲ ἔλεος, καὶ λύτρωσις· καὶ οὐχ ἁπλῶς λύτρωσις, ἀλλὰ καὶ πολλὴ, καὶ φιλανθρωπίας ἄπειρον πέλαγος. Κἂν τοίνυν ὑπὸ τῶν ἁμαρτημάτων ὦμεν προδεδομένοι, ἀναπίπτειν οὐ χρὴ, οὐδὲ ἀπαγορεύειν. Ὅπου γὰρ ἔλεος καὶ φιλανθρωπία, οὐ γίνονται τῶν πεπλημμελημένων ἀκριβεῖς αἱ εὐθῦναι, τοῦ δικάζοντος διὰ τὸν πολὺν ἔλεον, καὶ τὸ πρὸς φιλανθρωπίαν ἐπιῤῥεπὲς, τὰ πολλὰ παρατρέχοντος. Τοιοῦτον γὰρ ὁ Θεὸς, πρὸς τὸ ἐλεεῖν διηνεκῶς καὶ συγγνώμην διδόναι ἐπιῤῥεπὲς καὶ πρόχειρον. Καὶ αὐτὸς λυτρώσεται τὸν, Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Εἰ τοίνυν τοιοῦτός ἐστι, καὶ κέχυται πανταχοῦ τῆς φιλανθρωπίας αὐτοῦ τὸ μέγεθος, εὔδηλον ὅτι καὶ τὸν λαὸν αὐτοῦ σώσει, καὶ ἀπαλλάξει οὐχὶ κολάσεως μόνον, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων. Ταῦτ' οὖν εἰδότες, μένωμεν παρακαλοῦντες, δεόμενοι, καὶ μηδέποτε ἀποστῶμεν, κἂν λάβωμεν, κἂν μὴ λάβωμεν. Εἰ γὰρ τοῦ δοῦναι κύριος, καὶ τοῦ πότε δοῦναι κύριός ἐστι, 55.377 καὶ τὸν καιρὸν ἀκριβῶς οἶδεν αὐτός. Μένωμεν τοίνυν ἱκετεύοντες, παρακαλοῦντες, θαῤῥοῦντες αὐτοῦ τῷ ἐλέει καὶ τῇ φιλανθρωπίᾳ, καὶ μηδέποτε τὴν ἑαυτῶν ἀπογινώσκωμεν σωτηρίαν, ἀλλὰ τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν, καὶ πάντως ἕψεται τὰ παρ' ἐκείνου, ἐπειδὴ ἄφατον παρ' αὐτῷ τὸ ἔλεος καὶ ἄπειρος ἡ φιλανθρωπία· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΛʹ ΨΑΛΜΟΝ. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρί σθησαν οἱ ὀφθαλμοί μου. Ἄλλος· Οὐδὲ ὑψώ θησαν. Οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Ἄλλος, Ἐν μεγαλωσύναις. Ἄλλος, Ἐν μεγαλειότησιν, οὐδὲ ὑπερβάλλουσιν ὑπὲρ ἐμέ. Τί τοῦτο; Ὁ Παῦλος, καὶ ἀνάγκης οὔσης, τὸ ἑαυτὸν ἐγκωμιάζειν ἀφροσύνην φησί· διὸ καὶ ἐπήγαγε λέγων· Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε. Πῶς οὖν