303
τοῦτο ἠγνόησεν ὁ Προφήτης καὶ καυχᾶται νῦν οὐκ ἐπὶ δύο, καὶ τριῶν, καὶ δέκα, ἀλλ' ἐπὶ τῆς οἰκουμένης ἁπάσης, καὶ καυχᾶται λέγων, Ταπεινός εἰμι καὶ μέτριος, καὶ ταπεινὸς καθ' ὑπερβολὴν, καὶ ἁπλοῦς; Τοῦτο γάρ ἐστι τὸ, Ὡς ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ὅτι οὐ πανταχοῦ τὸ πρᾶγμα κεκώλυται, ἀλλ' ἔστιν ὅπου καὶ ἀναγκαῖόν ἐστι, μᾶλλον δὲ ἔστιν ὅπου οὐ καυχώμενοι, ἀλλὰ μὴ καυχώμενοι, ἄφρονες γινόμεθα. ∆ιὸ καὶ ὁ Παῦλος λέγει· Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Καὶ γὰρ ὁ ἐπὶ τῷ σταυρῷ μὴ καυχώμενος πάντων ἐστὶν ἀφρονέστατος καὶ παρανομώτατος· ὁ ἐπὶ τῇ πίστει μὴ καυχώμενος πάντων ἐστὶν ἀθλιώτερος· ὁ ἐπὶ τούτοις μὴ καυχώμενος καὶ παῤῥησιαζόμενος ἀπολεῖται πάντως. ∆ιὰ τοῦτο θαῤῥῶν ὁ Ἀπόστολος ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν· Μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, μηδὲ ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, ἀλλ' ἐν τούτῳ καυχάσθω, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον. Πῶς δὲ κακὸν τὸ καυχᾶσθαι; Ἐὰν ὡς ὁ Φαρισαῖος αὐτὸ ποιῶμεν. Καὶ διὰ τί, φησὶν, ὁ Παῦλος εἶπε, Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε; Ὅτι τὰ κατορθώματα αὐτοῦ διηγεῖτο τὰ ἐπὶ τοῦ βίου καὶ τῆς πολιτείας, ἅπερ οὐκ ἔδει προφέρειν ἀνάγκης μὴ οὔσης. Ἀλλαχοῦ δέ φησιν· Ἐὰν καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ. Ὥστε ὁ τὰ ἀληθῆ λέγων, τοῦ καιροῦ καλοῦντος, οὐκ ἔστιν ἄφρων. Οὐκ ἄρα οὐδὲ ὁ Προφήτης ἄφρων καυχώμενος· καὶ γὰρ ἀληθῆ ἔλεγεν. Ἀλλὰ τίς ἡ αἰτία, δι' ἣν εἰς τοῦτο κατήγαγε τὸν λόγον; Ὥστε παιδεῦσαι τοὺς ἀκροατὰς μὴ μετὰ τὴν ἀπαλλαγὴν τῶν κακῶν εἰς ἀπόνοιαν ἐπανελθεῖν, μηδὲ ἐλευθερωθέντας τοῦ δεσμοῦ ἀποσκιρτῆσαι πάλιν, καὶ εἰς ἀνάγκην ἐμπεσεῖν ἑτέρας αἰχμαλωσίας. ∆ιὰ δὴ τοῦτο ἐν τῷ τὰ οἰκεῖα διηγεῖσθαι διορθοῖ τὸν ἀκροατήν· καὶ οὐ λέγει, ὅτι Ὑψώθην μὲν, κατέσχον δὲ τοῦ πάθους, ἀλλὰ τί; Οὐχ ὑψώθη ἡ καρδία μου· τουτέστιν, οὐδὲ ἥψατό 55.378 μου τῆς ψυχῆς ἡ πονηρία. Οἷον γάρ τις λιμὴν ἀκύμαντος ἦν ἡ διάνοια, οὐ δεχομένη τὰ κύματα τοῦ νοσήματος, ὃ πάντων αἴτιον τῶν κακῶν, καὶ ῥίζα παρανομίας ἐσχάτης. Τί ἐστιν ὃ λέγει, Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου; Οὐκ ἀνέσπασα, φησὶ, τὰς ὀφρῦς, οὐδὲ ἀνέτεινα τὸν αὐχένα. Ἀπὸ γὰρ τῆς ἔνδοθεν πηγῆς τοῦ πάθους ὑπερβλύζον τὸ νόσημα καὶ τὸ σῶμα συσχηματίζει πρὸς τὴν ἔνδοθεν φλεγμονήν. Οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Τί ἐστιν, Ἐν μεγάλοις; Τοῖς ὑπερόγκοις ἀνδράσι, τοῖς πλουτοῦσι, τοῖς ἀλαζόσι, τοῖς ὑπερηφάνοις. Εἶδες ἀκρίβειαν ταπεινοφροσύνης; Οὐ μόνον αὐτὸς ἦν ἐκτὸς τοῦ νοσήματος, ἀλλὰ καὶ τοὺς οὕτω φλεγμαίνοντας ἔφευγε, καὶ τῶν τοιούτων ἀπεπήδα συλλόγων διὰ τὸ πολὺ πρὸς τὴν ἀλαζονείαν μῖσος. Ἐπειδὴ γὰρ ἀπεχθῶς εἶχε πρὸς τὴν κακίαν ταύτην, οὐ μόνον αὐτῆς ἀπεπήδα, οὐδὲ ἄβατον αὐτῇ τὸ χωρίον τῆς διανοίας ἐποίει μόνον, ἀλλὰ καὶ τοὺς μετιόντας αὐτὴν ἐκ πολλοῦ τοῦ διαστήματος ἔφευγεν, ὥστε μηδὲ ἐκεῖθέν τινα δέξασθαι λύμην. Οὐ μικρὸν δὲ τοῦτο κατόρθωμα τὸ φεύγειν τοὺς ὑπερόγκους, τὸ μισεῖν τοὺς ἀλαζόνας, τὸ ἀποστρέφεσθαι καὶ βδελύσσεσθαι· μεγίστη ἀρετῆς ἀσφάλεια, μεγίστη ταπεινοφροσύνης φυλακή. Οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Ἄλλος, Οὐδὲ ὑπερβάλλουσιν ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν καρδίαν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. Ἄλλος, Οὕτως ἀνταποδοθείη τῇ ψυχῇ μου. Καθ' ὑπερβατόν ἐστι τὸ εἰρημένον, οἷον, Εἰ μὴ ἐταπεινοφρόνουν, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ἀλλ' ὕψωσα τὴν καρδίαν μου, οὕτως ἀνταποδοθείη τῇ ψυχῇ μου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐ μόνον τῆς κακίας καθαρὸς ἤμην, τῆς ἀλαζονείας λέγω, οὐδὲ μόνον τῶν ἐχόντων αὐτὴν ἀλλότριος, ἀλλὰ καὶ τὴν ἀρετὴν τὴν ἐναντίαν αὐτῇ μετὰ πολλῆς ἐδεξάμην τῆς ὑπερβολῆς, τὴν ταπεινοφροσύνην, τὸ μετριάζειν, τὸ