304
συντετρίφθαι. Τοῦτο ἐκεῖνο ὃ τοῖς μαθηταῖς ὁ Χριστὸς ἐκέλευσε λέγων· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τοιαύτην, φησὶν, ἐκτησάμην ταπεινοφροσύνην, ὡς τὸ ὑπομάζιον παιδίον. Ὥσπερ γὰρ ἐκεῖνο ἔχεται τῆς μητρὸς, τεταπείνωται, ἀλαζονείας ἁπάσης ἐστὶ καθαρὸν, ἀφελείᾳ συζῇ καὶ ἁπλότητι· οὕτω καὶ ἐγὼ πρὸς τὸν Θεὸν ἤμην, ἐχόμενος αὐτοῦ διηνεκῶς. Οὐχ ἁπλῶς δὲ τοῦ ἀπογεγαλακτισμένου ἐμνήσθη, ἀλλὰ τὴν θλίψιν θέλων παραστῆσαι, τὴν στενοχωρίαν, τὴν ὀδύνην, τὸ μέγεθος τῶν κακῶν. Καθάπερ οὖν τὸ παιδίον ἄρτι τοῦ μαστοῦ ἀποσπασθὲν, οὐδὲ οὕτως ἀφίσταται τῆς μητρὸς, ἀλλ' ὀδυνώμενον, θρηνοῦν, δυσχεραῖνον, ἀλῦον, κλαυθμυριζόμενον, ὅμως ἔχεται τῆς τεκούσης, καὶ οὐκ ἂν ἀποσταίη· οὕτω κἀγὼ, φησὶ, καὶ ἐν θλίψει, καὶ ἐν στενοχωρίᾳ, καὶ ἐν πολλαῖς ὢν 55.379 συμφοραῖς, εἰχόμην τοῦ Θεοῦ. Εἰ δὲ μὴ οὕτως ἤμην, ἀνταποδοθείη, φησὶν, ἐπὶ τὴν ψυχήν μου, τουτέστι, δίκην δοίην τὴν ἐσχάτην. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὁρᾷς, ὅπερ ἔφην ἐξ ἀρχῆς, ὅτι ἐν μὲν τοῖς περὶ πίστεως καὶ δογμάτων, καὶ αἰτίας οὐκ οὔσης, διηνεκῶς δεῖ καυχᾶσθαι, καὶ ὁ μὴ καυχώμενος ἀπόλωλεν· ἐν δὲ τοῖς κατορθώμασι τοῦ βίου, τοῦ καιροῦ καλοῦντος οὐδέποτε παραιτεῖσθαι δεῖ τὸ καυχᾶσθαι. Ποῖος δὲ καιρός; Πολλοὶ καὶ διάφοροι, ὧν καὶ εἷς ἐστι τὸ παιδεῦσαι τὸν ἀκροατήν. Ὃ δὴ καὶ οὗτος εἰδὼς, καὶ δεικνὺς, ὅτι διὰ τοῦτο λέγει αὐτοῦ τὰ κατορθώματα, ἵνα τὸν ἀκροατὴν ἐπισπάσηται πρὸς τὸν αὐτὸν ζῆλον, ἐπήγαγε λέγων· Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Κἂν συμφοραὶ, φησὶ, κἂν ἀθυμίαι, κἂν πόλεμοι, κἂν αἰχμαλωσίαι, κἂν ὁτιοῦν τῶν ἀδοκήτων περισταίη δεινῶν, σὺ τῆς ἐλπίδος ἔχου τῆς εἰς τὸν Θεὸν, καὶ τῆς προσδοκίας ἐκείνης, καὶ πάντως ἐπιτεύξῃ χρηστοῦ τοῦ τέλους, τοῦ Θεοῦ τῇ λύσει τῶν δεινῶν ἀμειβομένου σε τῆς καλῆς ταύτης ἐλπίδος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΛΑʹ ΨΑΛΜΟΝ. Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.
αʹ. Ἀλλαχοῦ μὲν ἀπὸ τῆς μνήμης τῶν προγόνων μόνον ἀξιοῦσι σώζεσθαι· ἐνταῦθα δὲ καὶ τὰ κατορθώματα λέγουσι, καὶ τὸ πάντων αἴτιον τῶν ἀγαθῶν, ἐπιείκειαν, ταπεινοφροσύνην, πραότητα, ἐν ᾧ μάλιστα ἐθαυμάζετο καὶ Μωϋσῆς. Ἦν γὰρ πραότατος, φησὶ, πάντων ἀνδρῶν τῶν ἐπὶ τῆς γῆς. Ἀλλά τινες τῶν αἱρετικῶν ἐπιλαμβανόμενοι τῆς πολιτείας αὐτοῦ, καὶ τοῦ εἰρημένου, φασί· Τί λέγεις; πραότατος ἐκεῖνος ὁ λὰξ ἐναφεὶς τῷ Αἰγυπτίῳ, καὶ ἀνελών; ὁ τοὺς Ἰουδαίους ἐμφυλίων ἐμπλήσας αἱμάτων καὶ πολέμων; ὁ συγγενικοὺς κελεύσας ἐργάσασθαι φόνους; ὁ τὴν γῆν εὐχῇ διελὼν, καὶ κεραυνοὺς ἄνωθεν ἐνεγκὼν, καὶ τοὺς μὲν καταποντίσας, τοὺς δὲ καταφλέξας; οὗτος εἰ πρᾶος ἦν, τίς ὀργίλος καὶ σκληρός; Παῦσαι, μὴ περιττὰ φθέγγου. Ὅτι πρᾶος ἦν, καὶ πάντων ἀνθρώπων πραότατος, καὶ λέγω, καὶ οὐκ ἀποστήσομαι ταῦτα λέγων, καὶ εἰ βούλεσθε οὐχ ἑτέρωθεν, ἀλλ' ἀπ' αὐτῶν τούτων τῶν εἰρημένων δεῖξαι πειράσομαι αὐτοῦ τὴν πραότητα. Καίτοι γε ἐνῆν λέγειν τὰ περὶ τῆς ἀδελφῆς εἰρημένα αὐτῷ πρὸς τὸν Θεὸν, τὴν ἱκετηρίαν, ἣν ὑπὲρ τοῦ ἔθνους ἀνέθηκε, πάντα τὰ ῥήματα ἐκεῖνα τὰ ἀποστολικὰ, καὶ τῶν οὐρανῶν ἄξια, τὴν ἐπιείκειαν μεθ' ἧς τῷ δήμῳ διελέγετο. Ἐνῆν καὶ ταῦτα λέγειν, καὶ ἕτερα τούτων πλείονα ἀπαριθμεῖν· ἀλλ' εἰ βούλεσθε, ταῦτα παρέντες, φέρε ἀπ' αὐτῶν τούτων τῶν ἔμπροσθεν εἰρημένων παρὰ τῶν ἐχθρῶν δείξωμεν, ὅτι πραότατος ἦν, ἀφ' ὧν βαρὺν καὶ σκληρὸν καὶ ὀργίλον αὐτὸν εἶναι