306
στρατιώτου τοῦ μυρίοις αὐτὸν περιβαλόντος ὀνείδεσιν, ἕτερα πλείονα τούτων, ἐφ' ἕτερον κεφάλαιον ἄγει τὸν λόγον, ὃ ζήλου μάλιστα ἦν πολλοῦ. Τίνος δὲ ἕνεκεν τοῦτο ποιεῖ; ∆υοῖν ἕνεκα· ἑνὸς μὲν, ἐπειδὴ τούτῳ μάλιστα ἐπιτέρπεται ὁ Θεός· Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; ἑτέρου δὲ, ἐπειδὴ τὸ κατεπεῖγον τοῦτο μάλιστα ἦν, ἀνάστασις ναοῦ, καὶ οἰκοδομὴ πόλεως, καὶ ἡ τῆς παλαιᾶς πολιτείας ἀπόδοσις, πρὸς τοῦτο μάλιστα ἐπείγει τὸν λόγον, καὶ τὸ μὲν ὡς δῆλον καὶ ὡμολογημένον παρίησι· τὸ δὲ πᾶσι καταφανὲς, τὸ τῆς πραότητος· οὗ δὴ μάλιστα ἐδεῖτο εἰς τὸ προκείμενον, τοῦτο εἰς μέσον φέρει. Τί γὰρ ἐπεθύμουν ἰδεῖν; Τὸν ναὸν ἀναστάντα, καὶ τὴν παλαιὰν ἁγιαστίαν ἀποδοθεῖσαν. Ἐπεὶ οὖν ἐν τούτῳ μάλιστα ἔλαμψεν ὁ ∆αυῒδ, ὥσπερ ἀμοιβὴν τῆς ἐκείνου σπουδῆς ἀπαιτεῖ τὸν Θεὸν τοῦ ναοῦ τὴν οἰκοδομὴν, καί φησι· Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Καὶ τί τοῦτο πρὸς σέ; Ὅτι ἐκείνου, φησὶν, ἔκγονός εἰμι, καὶ ἐπεὶ ἐκεῖνον ἀποδεξάμενος τῆς σπουδῆς, ἔφησας στήσειν αὐτοῦ τὸ γένος καὶ τὴν βασιλείαν, διὰ τοῦτο ταύτας ἀπαιτοῦμεν τὰς συνθήκας νῦν. Καὶ οὐκ εἶπεν, ἕως οὗ οἰκοδομήσω τοῦτο γὰρ αὐτῷ οὐκ ἐφεῖτο, ἀλλ', Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ καὶ σκήνωμα. Εἶτα τὸν μὲν οἰκοδομήσαντα παρατρέχει· τὸν δὲ ἐπαγγειλάμενον εἰς μέσον τίθησιν, ἵνα μάθῃς πόσον ἐστὶ γνώμη ὀρθὴ ἀγαθὸν, καὶ πῶς ἀεὶ τῇ προαιρέσει τὸν μισθὸν ὁ Θεὸς ὁρίζειν εἴωθε· διὰ δὴ τοῦτο αὐτοῦ μέμνηται μᾶλλον, ἐπειδὴ καὶ αὐτὸς μᾶλλόν ἐστιν ὁ ᾠκοδομηκὼς, ἢ ὁ παῖς. Ὁ μὲν γὰρ ἐπηγγείλατο, ὁ δὲ ἐπετάγη. Καὶ ὅρα αὐτοῦ τὴν προθυμίαν. Οὐ μόνον εἰς οἰκίαν φησὶν οὐκ εἰσελεύσεσθαι, οὐδὲ εἰς κλίνην ἀναβήσεσθαι, ἀλλ' οὐδὲ ἃ ἀπὸ τῆς φυσικῆς ἀνάγκης ἦν, οὐδὲ τούτων ἀπολαύσεσθαι μετὰ ἀδείας, ἕως οὗ εὕρῃ τόπον καὶ σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ὧν τὰ ἐναντία αὐτοὶ ἐνεκαλοῦντο παρὰ τοῦ Θεοῦ, λέγοντος· Ὑμεῖς 55.382 μὲν Οἰκεῖτε ἐν οἴκοις κοιλοστάθμοις· ὁ δὲ οἶκός μού ἐστιν ἔρημος. Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ὅρα πάλιν καὶ ἐντεῦθεν τὴν σπουδὴν, καὶ τὴν μεμεριμνημένην ψυχήν. Ὁ βασιλεὺς λέγει, Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακὼβ, ὁ πάντων κρατῶν. Οὐ γὰρ ἁπλῶς οἰκοδομῆσαι ἐβούλετο, ἀλλ' ἐν ἐπιτηδειοτάτῳ χωρίῳ, καὶ σφόδρα τῷ ναῷ πρέποντι, καὶ ζητήσεως ἐδεῖτο· οὕτως ἦν ἄγρυπνος τῇ ψυχῇ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Τὰ παλαιὰ διηγεῖται νῦν, δεικνὺς ὅτι καὶ ἔμπροσθεν πολὺν περιῄει χρόνον ἡ κιβωτὸς, τόπον ἐκ τόπου ἀμείβουσα· διὰ τοῦτό φησιν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά· τουτέστι, ταῦτα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, ταῦτα ἐξ ἀκοῆς κατέχομεν, ὅτι καὶ τότε περιιοῦσα πανταχοῦ, ἐν πεδίοις καὶ ἀγροῖς, ἡδράσθη μετὰ ταῦτα· τοῦτο δὴ γενέσθω καὶ νῦν. Ἐφραθὰ ἐνταῦθα τὴν Ἰούδα λέγει φυλὴν, εἰς ἣν μετὰ τὴν πολλὴν περίοδον εἰσηνέχθη. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Εἶδες πόσῃ παχύτητι κέχρηται τῆς λέξεως διὰ τὴν πολλὴν τῶν ἀκουόντων ἀναισθησίαν, σκηνώματα λέγων τοῦ Θεοῦ, καὶ πόδας, καὶ τόπον, ἔνθα ἔστησαν οἱ πόδες. Ταῦτα δὲ πάντα τὸν τόπον λέγει τῆς κιβωτοῦ, ἐπειδὴ ἐκεῖθεν αἱ φρικταὶ φωναὶ ἐφέροντο περὶ τῶν ἐν τοῖς Ἰουδαίοις πραγμάτων λύουσαι τὰ ἀσαφῆ, καὶ περὶ τῶν μελλόντων προλέγουσαι. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Ἕτερος. Τῆς ἰσχύος σου. Ἄλλος, Τοῦ κράτους σου·