307
ἀμφότερα δὲ ἀληθῆ. Καὶ γὰρ ἡ ἁγιωσύνη ἐκεῖθεν ἐδίδοτο, καὶ ἁγιωσύνης ἦν ποιητικὰ τὰ γράμματα τὰ ἐπικείμενα, καὶ ἰσχύος. γʹ. Καλῶς οὖν οὕτως εἶπε· πολλὴν γὰρ ὁ Θεὸς ἐνεδείξατο δι' αὐτῆς δύναμιν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, οἷον ὅτε ἐλήφθη παρὰ τῶν Ἀζωτίων, ὅτε τὰ εἴδωλα κατήνεγκεν, ὅτε ἔπληξε τοὺς εἰληφότας, ὅτε ἔστησε τὴν πληγὴν ἀποδοθείσης αὐτῆς, καὶ διὰ τῶν ἄλλων δὲ, δι' ὧν αὐτόθι εἰργάζετο, τὴν ἰσχὺν ἐπεδείκνυτο τὴν ἑαυτοῦ. Τί δέ ἐστιν, Ἀνάστηθι εἰς τὴν ἀνάπαυσίν σου; Στῆσον ἡμᾶς ἀλωμένους, φησὶ, καὶ τὴν κιβωτὸν περιφερομένην, καὶ ὀψὲ γοῦν ποτε ἀνάπαυσον αὐτήν. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην. Ἕτερος, Ἀμφιεσθήτωσαν. Ἄλλος,Ἐνδυσάσθωσαν, ὅπερ μάλιστά ἐστι σαφέστερον· εὐχομένου γάρ ἐστιν, οὐχὶ προφητεύοντος, καὶ αἰτοῦντος τὴν τῆς ἀρετῆς κτῆσιν. ∆ικαιοσύνην δὲ ἐνταῦθά φησι τὴν ἁγιαστίαν, τὴν ἱερωσύνην, τὴν λατρείαν, τὰς θυσίας, τὰς προσφορὰς, καὶ μετὰ τούτων τὴν ἀκριβῆ πολιτείαν, ἐπειδὴ μάλιστα καὶ παρὰ ἱερέων ταύτην ἀπαιτεῖσθαι χρή. Καὶ οἱ ὅσιοί σου ἀγγαλλιάσονται· τούτων γενομένων. Ὅρα αὐτὸν οὐ πόλεως ζητοῦντα οἰκοδομὴν, οὐκ ἀφθονίαν ὠνίων, οὐ τὴν ἄλλην εὐπραγίαν, ἀλλὰ τὴν εὐπρέπειαν τοῦ ναοῦ, τὴν τῆς κιβωτοῦ κατάπαυσιν, τὸ τῶν ἱερέων πλήρωμα, τὴν ἁγιαστίαν, τὴν λατρείαν, τὴν ἱερωσύνην. Εἶτα ἐπειδὴ ταῦτα ᾔτησαν, αὐτοὶ δὲ ὑπεύθυνοι ἁμαρτήμασιν ἦσαν πολλοῖς, ἐπὶ τὸν πρόγονον καταφεύγει πάλιν λέγων· Ἕνεκεν ∆αυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ κριστοῦ σου. Τί ἐστιν, Ἕνεκεν ∆αυῒδ τοῦ δούλου σου; Οὐ διὰ τὴν ἀρετὴν ἐκείνου μόνον, φησὶν, οὐδ' ὅτι τοσαύτην σπουδὴν ἐποιήσατο πρὸς τὸ τὸν ναὸν ἀνα 55.383 στῆσαι, ἀλλ' ὅτι καὶ συνθήκας ἔθου πρὸς αὐτόν. Ἕνεκεν ∆αυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ κριστοῦ σου. Τίνος φησί; Τοῦ τότε χρισθέντος καὶ δημαγωγοῦντος, καὶ προεστῶτος τοῦ λαοῦ. Ὤμοσε Κύριος τοῦ ∆αυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐπειδὴ γὰρ ἐμνήσθη τοῦ ∆αυῒδ, καὶ τῆς ἀρετῆς τοῦ ἀνδρὸς, καὶ τῆς σπουδῆς τῆς πρὸς τὸν ναὸν, καὶ τὰ παλαιὰ διηγήματα εἶπε, καὶ ἠξίωσεν ἐπὶ τῆς προτέρας αὐτοῦ φανῆναι πολιτείας, ὅπερ μέγιστον ἔχει κεφάλαιον, τοῦτο προβάλλεται, τὰς συνθήκας ἀναγινώσκων τοῦ Θεοῦ. Ποῖαι δὲ αὗταί εἰσιν; Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἀλλ' οὐχ ἁπλῶς αἱ συνθῆκαι ἐγένοντο, ἀλλὰ μετὰ διορισμοῦ τινος. Τίς δὲ ἦν ὁ διορισμός; Ἄκουε· ἐπάγει γάρ· Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα. ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ταύτας τὰς συνθήκας θέμενος ὁ Θεὸς, αὐτοῖς ἐνεχείρισε τὸ χειρόγραφον· κἀκεῖνοι πάλιν ἔλεγον, Πάντα ὅσα εἶπεν ὁ Κύριος ποιήσομεν καὶ ἀκουσόμεθα. Εἶτα ἐπειδὴ ὁρᾷ τὸ ἓν μέρος παραβεβηκὸς τὰς συνθήκας, ἐπὶ τὸν τόπον ἄγει τὸν λόγον, πανταχόθεν κινῶν λόγους παρακλητικοὺς, καὶ λέγων· Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος. Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τουτέστιν, οὐκ ἄνθρωπος τὸν τόπον ἐξελέξατο, ἀλλ' ὁ Θεὸς αὐτὸν ἐψηφίσατο, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ. Ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν· ὃν εἵλου, ὃν ἐξελέξω, ὃν ἐψηφίσω, ὃν ἐδοκίμασας ἐπιτήδειον εἶναι, μὴ ἀφῇς διαῤῥυῆναι, μηδὲ ἀπολέσθαι. Ταῦτα γὰρ ἔλεγες, ὅτι Κατοικήσω ἐνταῦθα. Ἀλλὰ ταῦτα ἐλέγετο μετὰ τῶν συνθηκῶν ἐκείνων. Ποίων δὴ τούτων; Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω. Ἕτερος, Τὸν ἐπισιτισμόν. Θήραν λέγει τῶν ὠνίων τὴν ἀφθονίαν, τὴν εὐετηρίαν, καὶ εὔχεται πάντα αὐτοῖς ὡς ἀπὸ πηγῶν ἐπιῤῥεῖν. Καὶ γὰρ τοιαύτην εἶχον πολιτείαν οἱ Ἰουδαῖοι τὸ παλαιὸν, οὐκ αἰσθανομένην τῶν φυσικῶν ἀναγκῶν, εἴ ποτε