308
τὸν Θεὸν ἵλεων εἶχον· οὔτε γὰρ σιτοδεία τις ἦν παρ' αὐτοῖς, οὐ λιμὸς, ἢ λοιμὸς, οὐ θάνατος ἄωρος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, οἷα συμβαίνειν τοῖς ἀνθρώποις εἴωθεν, ἀλλὰ πάντα αὐτοῖς ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει, τῆς τοῦ Θεοῦ χειρὸς τῶν ἀνθρωπίνων πραγμάτων τὴν ἀσθένειαν διορθουμένης. Τοῦτο οὖν φησιν ἐνταῦθα, ὅτι Ὑπέσχου τὴν θήραν αὐτῆς εὐλογήσειν, τουτέστι, τὴν τῶν ἀναγκαίων ἀφθονίαν παρέξειν μετὰ πολλῆς τῆς ἀσφαλείας. Τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Ἐκεῖ ἐξανατελῶν κέρας τῷ ∆αυΐδ· ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην· ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Ὅρα πανταχόθεν εὐημερίαν 55.384 συγκεκροτημένην, ἀπὸ τοῦ μηδὲν τῶν ἀναγκαίων ἐνδεῖν, ἀπὸ τοῦ τοὺς ἱερεῖς ἐν ἀσφαλείᾳ εἶναι, ἀπὸ τοῦ τὸν λαὸν ἐν εὐφροσύνῃ, ἀπὸ τοῦ τὸν βασιλέα ἐν ἰσχύϊ. Λύχνον γὰρ ἐνταῦθα ἢ τὸν βασιλέα φησὶν, ἢ ἀντίληψιν, ἢ σωτηρίαν, ἢ φῶς· μετὰ δὲ τούτων τὸ μέγιστον τῆς εὐημερίας εἶδος. Ποῖον δὴ τοῦτο; Τὸ τοὺς ἐχθροὺς ἐγκαλύπτεσθαι, καὶ μηδένα εἶναι τὸν λυμαινόμενον τοῖς καλοῖς τούτοις. Καὶ οὐκ εἶπεν ἀπώλειαν ἁπλῶς, ἀλλ' αἰσχύνην, βουλόμενος ὥστε ζῶντας ἐγκαλύπτεσθαι, καὶ καταδύεσθαι, καὶ μαρτυρεῖν δι' ὧν πάσχουσι τὴν ἰσχὺν καὶ τὴν εὐημερίαν τῷ ἔθνει τούτῳ. Ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Τί ἐστιν, Ἐπὶ δὲ αὐτόν; Ἐπὶ τὸν λαόν. Τὸ ἁγίασμαἕτερος Τὸ κέρας εἶπεν. Ἄλλος, Ἀφόρισμα αὐτοῦ. Ἄλλος, Τὸ ἀφωρισμένον αὐτοῦ. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Ἐμοὶ δοκεῖ τὴν εὐπραγίαν λέγειν, τὴν ἀσφάλειαν, τὴν ἰσχὺν, τὴν βασιλείαν. Ἅπερ ἐξ ἀρχῆς ἀφώρισα αὐτῷ, ταῦτα μενεῖ ἀνθοῦντα, φησὶ, βρύοντα, οὐ μαραινόμενα, οὐδὲ καταπίπτοντα· ἀλλὰ ταῦτα πάντα ἔσται, τοῦ διορισμοῦ τοῦ ἔμπροσθεν εἰρημένου μένοντος. Ποίου δὴ τούτου; Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Οὐ γὰρ μόναι αἱ ὑποσχέσεις τοῦ Θεοῦ παρέχουσιν ἡμῖν τὰ ἀγαθὰ, ἂν μὴ καὶ ἡμεῖς τὰ παρ' ἑαυτῶν ποιῶμεν, οὐδὲ χρὴ τούτοις προσέχοντας ἀναπεπτωκέναι, καὶ ὑπτίους εἶναι. Πολλὰ γὰρ καὶ τῶν ἀγαθῶν ὧν ἐπηγγείλατο ὁ Θεὸς οὐ ποιεῖ, τῶν τὰς ἐπαγγελίας δεξαμένων ἀναξίων εὑρισκομένων· ὥσπερ καὶ τὰ κακὰ, ἃ ἠπείλησεν, εἰς ἔργον οὐκ ἄγει, τῶν παροξυνάντων αὐτὸν ὕστερον μεταβαλλομένων, καὶ τὴν ὀργὴν ἀποκρουσαμένων. Ταῦτα οὖν εἰδότες, μήτε διὰ τὰς ὑποσχέσεις ῥᾳθυμῶμεν, ἵνα μὴ καταπέσωμεν, μήτε διὰ τὰς ἀπειλὰς ἀπογινώσκωμεν, ἀλλὰ μεταβαλλώμεθα. Οὕτω γὰρ δυνησόμεθα τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΛΒʹ ΨΑΛΜΟΝ. Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνόν ἄλλος, Ἰδοὺ τί ἀγαθὸν, καὶ τί καλόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Πολλὰ τῶν πραγμάτων ἐστὶ μὲν καλὰ, τὸ δὲ τερπνὸν οὐκ ἔχει· ἕτερα ἡδονὴν μὲν ἔχει πάλιν, τοῦ καλλίστου δὲ ἀπεστέρηται· ἀμφότερα δὲ συνελθεῖν, οὐ σφόδρα εὔπορον. Ἀλλ' ἐπὶ τούτου τοῦ εἰρημένου ἀμφότερα ταῦτα συνδεδράμηκε, καὶ ἡδονὴ, καὶ τὸ κάλλιστον. Τοῦτο γὰρ μάλιστα ἡ ἀγάπη κέκτηται· μετὰ τῆς ὠφελείας καὶ τὸ ῥᾷστον ἔχει, καὶ ἡδύ. Ταύτην γοῦν καὶ ἐνταῦθα ἀνυμνεῖ. Οὐ γὰρ ἁπλῶς τὴν οἴκησιν εἶπεν, οὐδὲ τῷ ἑνὶ συνέχεσθαι οἰκίσκῳ, ἀλλ' ἐπὶ τὸ αὐτὸ κατοικεῖν, τουτέστι, μετὰ ὁμοφωνίας καὶ ἀγάπης· τοῦτο γὰρ ποιεῖ ψυχὴν εἶναι μίαν. Εἶτα εἰπὼν καλὸν καὶ τερπνὸν, σαφέστερον