309
ποιῶν τὸν λόγον, καὶ εἰς παράδειγμα ἐκφέρει τὸ εἰρημένον, καὶ σωματικὰς εἰκόνας τίθησι, δυναμένας σαφεστέραν τῷ ἀκροατῇ παραστῆσαι τὴν ὄψιν. Τίνες δέ εἰσιν αἱ εἰκόνες ὅρα. Ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ. 55.385 Οὗτος γὰρ ἀρχιερεὺς ὢν, ἐχρίετο τῷ μύρῳ τούτῳ, καὶ κατεστάζετο πάντοθεν, καὶ σφόδρα ἐπίχαρις ἦν τοῖς ὁρῶσι, καὶ ἡδὺς, καὶ ἐπέραστος ἀπὸ τῆς ἀλείψεως ταύτης. Ὥσπερ οὖν ἐκεῖνος, φησὶν, ὁ ἠλειμμένος τῷ μύρῳ τούτῳ, ἐμπρέπει τῷ σχήματι, φαιδρός ἐστι τῷ προσώπῳ, πολλῆς εὐωδίας ἐμπέπλησται, χάριν παρέχει τοῖς ὁρῶσιν ὀφθαλμοῖς· οὕτω καὶ τοῦτό ἐστι καλόν· καὶ ὥσπερ ἐκεῖνο τὸ θέαμα οὐ μόνον ὡραῖόν ἐστιν ἰδεῖν, ἀλλὰ καὶ τέρπει τὰς ὄψεις· οὕτω καὶ τοῦτο τῇ ψυχῇ τὴν ἡδονὴν ἐντίθησιν. Ὡς δρόσος Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Καὶ ἑτέραν εἰκόνα παρήγαγε πολλὴν τὴν ἡδονὴν ἔχουσαν, καὶ τῷ θεατῇ τὴν τέρψιν παρεχομένην. Ταῦτα δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἐπειδὴ πρὸ τῆς αἰχμαλωσίας αἱ δέκα φυλαὶ καὶ αἱ δύο διεσπαρμέναι ἦσαν, καὶ τοῦτο πολλῆς παρανομίας αἴτιον γέγονε, καὶ εἰς στάσεις, καὶ φιλονεικίας, καὶ πολέμους αὐτοὺς ἐνέβαλεν, ἵνα μὴ ταῦτα γένηται παραινεῖ, καὶ συμβουλεύει μηκέτι διεσπάσθαι τὸν δῆμον, ἀλλ' ὁμοῦ κατοικεῖν, καὶ συνῆφθαι, καὶ ὑπὸ ἑνὶ τάττεσθαι δημαγωγῷ καὶ βασιλεῖ, καὶ τὴν ἀγάπην εἶναι ῥέουσαν ἀπ' ἀρχῆς καὶ μέχρι τέλους, ὥσπερ οὖν καὶ τὴν δρόσον διὰ πάντων διαβαίνουσαν. Καὶ παραβάλλει τὴν ἀγάπην μύρῳ καὶ δρόσῳ, δι' ἐκείνου μὲν τὴν εὐωδίαν, διὰ τούτου δὲ τὴν ἀνάπαυσιν καὶ τὸ τερπνὸν τῆς ὄψεως παραστῆσαι βουλόμενος. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν. Ποῦ, Ἐκεῖ; Ἐν τῇ τοιαύτῃ κατοικήσει, ἐν τῇ τοιαύτῃ συμφωνίᾳ, ἐν τῇ τοιαύτῃ ὁμοφωνίᾳ, ἐν τῇ τοιαύτῃ ὁμοσκηνίᾳ. Καὶ γὰρ εὐλογία τοῦτό ἐστιν, ὥσπερ οὖν τὸ ἐναντίον ἀρά. ∆ιὸ καί τις ἐπαινεῖ τοῦτο λέγων· Φιλία ἀδελφῶν, καὶ ὁμόνοια τῶν πλησίον, καὶ ἀνὴρ καὶ γυνὴ ἀλλήλοις συμπεριφερόμενοι. Καὶ ἕτερος αἰνιγματωδῶς αἰνιττόμενος τὸ ἰσχυρὸν αὐτοῦ, λέγει· Ἐὰν κοιμηθῶσιν οἱ δύο, καὶ θέρμη αὐτοῖς, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχὺ ἀποῤῥαγήσεται. Καὶ γὰρ καὶ τὴν ἡδονὴν ἐνταῦθα καὶ τὴν ἰσχὺν ἐνδείκνυται, καὶ ἐμφαίνει ὅτι καὶ ἡσυχάζουσι πολλὴ ἔσται ἡ ἡδονὴ, καὶ ἐνεργοῦσι πολλὴ ἡ ἰσχύς. Καὶ πάλιν, Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά. Καὶ ὁ Χριστὸς δέ φησιν, Οὗ ἐὰν ὦσι δύο, ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Καὶ αὕτη δὲ ἡ φύσις τοῦτο ἀπαιτεῖ. ∆ιὸ καὶ ἐξ ἀρχῆς ὁ Θεὸς τὸν ἄνθρωπον διαπλάττων ἔλεγεν· Οὐ καλὸν τὸν ἄνθρωπον εἶναι μόνον· καὶ ποιῶν τὸ ζῶον τοῦτο, τὴν γυναῖκα λέγω, τῇ τῆς χρείας ἀνάγκῃ συνέδησεν ἀνδρὶ, διὰ μυρίων τρόπων ἡμᾶς πρὸς ἀλλήλους συνάγων. Καὶ ζωὴν ἕως τοῦ αἰῶνος. Καλῶς τοῦτο προσέθηκεν. Ἔνθα γὰρ ἡ ἀγάπη, πολλὴ ἡ ἀσφάλεια, πολλὴ ἡ παρὰ τοῦ Θεοῦ ῥοπή. Αὕτη γὰρ μήτηρ τῶν ἀγαθῶν, αὕτη ῥίζα καὶ πηγὴ, αὕτη πολέμων ἀναίρεσις, φιλονεικίας ἀφανισμός. ∆ιὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγε, Καὶ ζωὴν ἕως τοῦ αἰῶνος. Ὥσπερ γὰρ ἡ στάσις καὶ ἡ φιλονεικία θανάτους ἐργάζεται, καὶ θανάτους ἀώρους· οὕτω καὶ ἡ ἀγάπη καὶ ἡ ὁμοφωνία εἰρήνην καὶ ὁμόνοιαν· ὅπου δὲ εἰρήνη καὶ ὁμόνοια, τὰ τῆς ζωῆς μετὰ ἀδείας ἐστὶ καὶ μετὰ ἀσφαλείας ἁπάσης. Καὶ τί δεῖ λέγειν τὰ παρόντα; Τὸν γὰρ οὐρανὸν ἡμῖν αὕτη χαρίζεται, καὶ τὰ ἀπόῤ 55.386 ῥητα ἀγαθὰ, καὶ βασιλίς ἐστι τῶν ἀρετῶν. Ταῦτ' οὖν εἰδότες, μετὰ ἀκριβείας αὐτὴν διώκωμεν, ἵνα καὶ τῶν παρόντων ἀπολαύσωμεν ἀγαθῶν, καὶ τῶν μελλόντων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.