311
ἀπολαβεῖν τὴν προτέραν πολιτείαν, καὶ ἐν ἐκείνῃ γενέσθαι τῇ ἁγιαστίᾳ, καὶ ταύτης ἀπολαύειν τῆς εὐλογίας. Εἶτα εἰς ὑψηλότερα αὐτοὺς ἀνάγων δόγματα, καὶ παιδεύων ὅτι πανταχοῦ ὁ Θεός ἐστι, τὸν δὲ ναὸν διὰ τὴν ἐκείνων ἀσθένειαν ἐνομοθέτησεν οἰκοδομηθῆναι, καὶ δεῖ πανταχόθεν αὐτὸν καλεῖν, ἐπήγαγεν, Ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀλλ' ἐκεῖνοι μὲν τότε αὐτὸν ἐκάλουν ἐκεῖ, ἡμεῖς δὲ ἐν παντὶ τόπῳ, ἐν παντὶ χωρίῳ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἐρημίᾳ, καὶ ἐν πλοίῳ, καὶ ἐν πανδοχείῳ, καὶ ὅπουπερ ἂν ὦμεν. Οὐδὲν γὰρ ἀπὸ τοῦ τόπου κωλύεται τὰ τῆς εὐχῆς, μόνον ἐὰν ὁ τρόπος ᾖ τῇ εὐχῇ συμβαίνων. Τοῦτο τοίνυν κατορθώσαντες, πανταχοῦ τὸν Θεὸν καλῶμεν, καὶ παραστήσεται, καὶ συνεφάψεται, καὶ πάντα ἡμῖν τὰ δύσκολα εὔκολα καὶ ῥᾴδια ἐργάσεται, καὶ τῶν μελλόντων ἡμᾶς ἀγαθῶν ἀξιώσει· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΛ∆ʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύ ριος. αʹ. Πάλιν ἐπὶ τὴν θυσίαν ταύτην αὐτὸς παρακαλεῖ τὴν διὰ τῶν αἴνων. Καὶ γὰρ θυσία τοῦτο τῷ Θεῷ καὶ προσφορά. ∆ιὸ καὶ ἀλλαχοῦ φησιν· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς. Συνεχῶς δὲ μέμνηται τοῦ οἴκου καὶ τῶν αὐλῶν, προσηλῶν αὐτοὺς τῷ τόπῳ, καὶ οὐκ ἐῶν ἀποπηδᾷν. Ἐπειδὴ καὶ παρὰ τὴν ἀρχὴν διὰ τοῦτο αὐτὸν ἐνομοθέτησεν ἀνεγείρειν, ὥστε πάσης ἀσεβείας τε καὶ εἰδωλολατρείας ἀναίρεσιν αὐτοῖς γενέσθαι τὸ πρὸς ἕνα τόπον πάντας συνάγεσθαι, ἀλλὰ μὴ ἀπαυθαδιαζομένους καὶ ἐλευθεριάζοντας πανταχοῦ πλανᾶσθαι, καὶ ἄλση, καὶ πηγὰς, καὶ βουνοὺς, καὶ ὄρη ὑπόθεσιν λαμβάνειν εἰς ἀσεβείας ἀφορμὴν, θύοντας ἐκεῖ, καὶ σπένδοντας ἐπὶ τῶν ὑψηλῶν. ∆ιὰ δὴ τοῦτο καὶ φόνῳ κρίνει τὸν ἔξω που θύοντα τοῦ ναοῦ, λέγων· Ὃς ἂν μὴ ἐνέγκῃ εἰς τὴν σκηνὴν καὶ θύσῃ, αἷμα αὐτῷ λογισθήσεται. Τούτου χάριν πανταχόθεν 55.388 αὐτοὺς εἰς τὸν τόπον ἐκεῖ συνάγει, ἵνα καὶ ἀκούοντες σωφρονῶσιν, καὶ τῆς πεπλανημένης ἀπέχωνται διανοίας. Ἄδειν δὲ καὶ ψάλλειν παρακελεύεται καὶ αἰνεῖν, ὅτι οἱ αἶνοι οἱ εἰς τὸν Θεὸν γινόμενοι καὶ εὐσεβείας ἦσαν ὑποθέσεις αὐτοῖς, τὰ παλαιὰ ἔχοντες διηγήματα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐν τῇ γῇ τῆς ἐπαγγελίας, τὰ περὶ τοῦ νόμου, τὰ ἐν τῷ Σινᾷ ὄρει, τὰ τῶν πολέμων· καὶ τὸ αὐτὸ ὁμοῦ τε εἰς τὸν Θεὸν εὐφημία ἐγίνετο, ὁμοῦ τε τοῖς ᾄδουσι διδασκαλίας ὑπόθεσις, καὶ τὸν βίον ῥυθμίζουσα, καὶ πρὸς δογμάτων ἀκρίβειαν χειραγωγοῦσα. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος. Ἄλλος φησὶν, Ὅτι χρηστός. Ὅπερ μάλιστα τοῖς ἀκούουσι ποθεινὸν, τοῦτο συνεχῶς τίθησι, τὴν φιλανθρωπίαν, τὸν ἔλεον, τὴν χρηστότητα. Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν. Τοῦτό φησι δεικνὺς ὅτι ἔχει τινὰ καὶ καθ' ἑαυτὸ ἡδονὴν τὸ πρᾶγμα μετὰ τῆς ὠφελείας. Τὸ μὲν γὰρ κέρδος αὐτοῦ τὸ προηγούμενον, τὸ εἰς τὸν Θεὸν ὕμνους λέγειν, τὸ τὴν ψυχὴν ἐκκαθαίρειν, τὸ μετάρσιον ποιεῖν τὸν λογισμὸν, τὸ παιδεύεσθαι δόγματα ἀκριβῆ, τὸ φιλοσοφεῖν περὶ τῶν παρόντων καὶ περὶ τῶν μελλόντων. Ἔχει δὲ μετὰ τούτων διὰ τῆς μελῳδίας καὶ ἡδονὴν πολλὴν καὶ παραμυθίαν τινὰ καὶ ἄνεσιν, καὶ σεμνὸν ποιεῖ τὸν ᾄδοντα. Καὶ ὅτι τοιούτους ἐργάζεται, δῆλον ἐκ τοῦ τὸν μὲν τῶν ἑρμηνευτῶν εἰπεῖν, Ὅτι εὐπρεπὲς, τὸν δὲ, Ὅτι ἡδύ.