312
Ἀμφότεροι δὲ τὰ ἀληθῆ λέγουσι. Κἂν γὰρ μυριάκις ἀσελγὴς ὁ ψάλλων ᾖ, αἰδούμενος τὸν ψαλμὸν, κατακοιμίζει τῆς ἀσελγείας τὴν τυραννίδα· κἂν μυρίοις ᾖ κακοῖς βεβαρημένος, καὶ ὑπὸ ἀθυμίας κατεχόμενος, κατακηλούμενος ὑπὸ τῆς ἡδονῆς, κουφίζει τὸν λογισμὸν, πτεροῖ τὴν διάνοιαν, καὶ μετάρσιον ἐργάζεται τὴν ψυχήν. Ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. Οὐ λέγει τὰς κοινὰς εὐεργεσίας, ἃς μετὰ τῶν ἄλλων ἔχουσιν, ἀλλὰ τὴν ἰδίαν καὶ ἐξαίρετον αὐτῶν. Τίς δὲ αὕτη ἦν; Τὸ τὸν λαὸν ἐκλέξασθαι, καὶ ἑαυτῷ ἀναθεῖναι, καὶ ἰδιάζουσάν τινα παρὰ τοὺς ἄλλους εἰς αὐτοὺς πρόνοιαν ἐπιδείξασθαι. Καὶ πανταχοῦ τοῦτο ποιοῦσιν οἱ προφῆται, ἀπὸ τῶν εἰς ἑαυτοὺς εὐεργεσιῶν τὰ πολλὰ τῶν λόγων ὑφαίνοντες. Τί δέ ἐστιν, Εἰς περιουσιασμὸν ἑαυτῷ; Εἰς πλοῦτον, εἰς περιουσίαν. Εἰ γὰρ καὶ ὀλίγον τὸ ἔθνος, ἀλλὰ τοῦτο ὡς πλοῦτον ἑαυτῷ ἐξελέξατο, οὐ τῇ ὀλιγότητι, ἀλλὰ τῇ ἀρετῇ προσέχων, πρὸς ἣν αὐτοὺς χειραγωγῆσαι βουλόμενος ἐκλέγεται, ὡς τῶν ἄλλων ἀνθρώπων οὐ τοσοῦτον αὐτῷ ποιούντων πλοῦτον, ὅσον οὗτος ὁ δῆμος, ὡς τοῦτο καὶ γέγονεν ἀπό τε τῆς εὐνοίας τοῦ ἑλομένου, ἀπό τε τῆς παιδαγωγίας αὐτῶν. Οἶδε γὰρ πλοῦτον ὁ Παῦλος τὴν σωτηρίαν τῶν ἀνθρώπων καλεῖν, ὡς ὅταν λέγῃ· Ὁ γὰρ αὐτὸς Κύριος πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Καὶ πάλιν· Τῷ ἰδίῳ κυρίῳ στήκει, ἢ πίπτει. Ὁρᾷς πῶς τὴν ἀγάπην ἐνεδείξατο τοῦ Θεοῦ τὴν περὶ αὐτοὺς, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν διάθεσιν, ὅπου γε περιουσιασμὸν αὐτοὺς ἐκάλεσε. ∆ι' ἀμφοτέρων τοίνυν τούτων δείκνυσιν αὐτοῦ τὴν ἐξαίρετον περὶ αὐτοὺς πρόνοιαν, ὅτι τε ἐξελέξατο, ὅτι τε εἰς περιουσιασμὸν ἑαυτῷ. Εἶδες πῶς 55.389 παρέστησεν αὐτοῦ τὴν φιλανθρωπίαν; ∆ιὰ τοῦτο ἀρχόμενος ἔλεγεν· Αἰνεῖτε αὐτὸν, ὅτι ἀγαθὸς Κύριος. Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος. Ἰδοὺ καὶ ἄλλην αἰτίαν τίθησι τοῦ ὑμνεῖν. Εἰπὲ δή μοι· σὺ ἔγνωκας, οἱ δὲ ἄλλοι οὐκ ἴσασι; Ἴσασι μὲν, οὐχ οὕτως δὲ ὡς ἐγώ. Τῶν γὰρ μάλιστα ἁγίων καὶ ἀναβεβηκότων ἐστὶ τὸ ἀκριβέστερον εἰδέναι αὐτοῦ τὴν μεγαλωσύνην, οὐ πᾶσαν, ἥτις ἐστὶ τοῦτο γὰρ ἀδύνατον, ἀλλὰ τῶν ἄλλων σαφέστερον. Καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ἰδοὺ, φησὶν, ὁ εἰπὼν ὅτι μέγας Κύριος, καὶ ὅτι σὺ ἔγνωκας, προϊὼν ἐλαττοῖ τὸν λόγον, καὶ συγκρίνει αὐτὸν τοῖς ἄλλοις, καὶ κατὰ σύγκρισιν αὐτῷ δίδωσι τὴν ὑπεροχήν. Οὐδαμῶς, φησὶν, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τῶν ἀκουόντων τότε διελέγετο, κατὰ μικρὸν αὐτοὺς ἀναβιβάζων ἐπὶ τοῦτο. Οὐ σφόδρα γὰρ παραστατικὸν τοῦτο τοῦ μεγάλου, τὸ μείζονα τὸν Θεὸν λέγεσθαι, καὶ ὑπὲρ ἐκείνους εἶναι μέγαν· ἀλλ', ὅπερ ἔφθην εἰπὼν, συμμετρεῖ τὸν λόγον ἐν τῇ εὐτελείᾳ τῶν ἀκροατῶν, κατὰ μικρὸν αὐτοὺς ἀνάγων. Καὶ γὰρ ἀγαπητὸν ἦν αὐτοὺς τέως τοῦτο ἀκοῦσαι, καὶ πεισθῆναι. βʹ. Ἐπεὶ ὅτι πάντων ἀσυγκρίτως ὑπερέχει, διὰ τῶν ἑξῆς δηλοῖ, τεκμήριον αὐτοῦ τῆς δυνάμεως τιθεὶς μέγιστον, καὶ δηλῶν, ὅτι καὶ τὰ πρότερα διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν εἴρηται· διά τοι τοῦτο ὅταν μὲν ἀποφαίνηται, μικρὰ λέγει· ὅταν δὲ κατασκευάζῃ καὶ ἀποδεικνύῃ καὶ παρέχῃ τῆς μεγαλωσύνης αὐτοῦ τὴν ἀπόδειξιν, τὰ μεγάλα τίθησι. Τί τοίνυν τίθησι μετὰ ταῦτα ἄξιον αὐτοῦ, καὶ ὃ Θεοῦ μόνον ἐστίν; Ὅρα· ἐπάγει γάρ· Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Εἶδες παναρκῆ δύναμιν; εἶδες πηγὴν ζωῆς; εἶδες ἰσχὺν ἄμαχον; εἶδες ἀσύγκριτον ὑπεροχήν; εἶδες ἐξουσίαν οὐδαμοῦ κωλυομένην; εἶδες πάντα αὐτῷ ῥᾴδια καὶ εὔκολα; Πάντα γὰρ, φησὶν, ὅσα ἠθέλησεν, ἐποίησεν. Εἰπὲ καὶ ποῦ; Ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Τουτέστιν, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ. Οὐκ ἐν τῷ οὐρανῷ μόνον, ἀλλὰ καὶ ἐν τῇ γῇ. Οὐκ ἐν τῇ γῇ μόνον, ἀλλὰ καὶ Ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. ∆ιὰ γὰρ τῆς ἀβύσσου τὰ ὑποκάτω λέγει τῆς γῆς,