313
ὥσπερ διὰ τοῦ εἰπεῖν, Ἐν τῷ οὐρανῷ, τὰ ὑπεράνω τῶν οὐρανῶν. Ὑφ' ὧν καὶ τοσούτων ὄντων οὐδαμοῦ τὸ θέλημα αὐτοῦ ἐμποδίζεται, ἀλλὰ πάντα ἔπεισι, καὶ τὸ δὴ θαυμαστὸν, ὁ ποιήσας, οὐ πόνῳ, οὐ μόχθῳ, οὐκ ἐπιτάγματι, ἀλλὰ θελήματι ἐποίησε· μόνον γὰρ ἐβουλήθη, καὶ τὸ ἔργον εἵπετο. Εἶδες πῶς καὶ τὴν εὐκολίαν παρέστησε, καὶ τὴν ἀφθονίαν τῶν δημιουργημάτων, καὶ τὴν ἐξουσίαν τὴν ἀκώλυτον; Εἶτα ἀφεὶς εἰπεῖν τὸν οὐρανὸν καὶ τὴν θάλασσαν, τὰ ἐν αὐτοῖς τίθησι, καὶ οὐδὲ τὰ ἐν αὐτοῖς πάντα, ἀλλὰ παραδραμὼν τὰ ἐν τῷ οὐρανῷ, καίτοι θαυμαστότερα ὄντα, λέγει τὰ περὶ τὸν οὐρανόν. Τί δήποτε; Ὅτι τὰ μὲν, εἰ καὶ μεγάλα ἦν, ἀλλ' ἄδηλα ἦν τοῖς πολλοῖς· ταῦτα δὲ, εἰ καὶ ἐλάττονα, ὅμως φαινόμενα, καὶ πάντας ἔχοντα θεωρούς. Ἐπεὶ οὖν πρὸς ἀνθρώπους ἦν ὁ λόγος αὐτῷ, οὐ τοσοῦτον πίστει παιδευομένους τῶν ἀφανῶν ἔχειν ἔννοιαν, ὅσον ἀπὸ τῶν φαινομένων χειραγωγουμένους. 55.390 ἐντεῦθεν ὑφαίνει τὸν λόγον, καὶ τῆς διδασκαλίας ἄρχεται, ὃ τοῖς ἄλλοις παρῄνεσε ποιεῖν, τοῦτο καὶ αὐτὸς ποιῶν. Ποῖον δὴ τοῦτο; Τὸ αἰνεῖν τὸν Θεὸν ἀπὸ τῶν ἔργων αὐτοῦ, καὶ εὐφημίας ἀναφέρειν αὐτῷ, ἕκαστον τῶν γενομένων καταμανθάνοντα, καὶ ὑπὲρ ἑκάστου δοξολογοῦντα. Ἐπειδὴ γὰρ περὶ τοῦ τὸν Θεὸν αἰνεῖν παραινῶν, συνεχῶς εἶπεν, Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, τὸν Κύριον· δείκνυσι καὶ πῶς δεῖ αἰνεῖν, ἐπιόντα τὸ σῶμα τῆς κτίσεως, καὶ θαυμάζοντα, καὶ ἐκπληττόμενον τὴν σοφίαν, τὴν πρόνοιαν, τὴν δύναμιν, τὴν κηδεμονίαν. Ἐντεῦθεν μανθάνομεν, ὅτι οὐ μία τίς ἐστι θάλασσα αὕτη ἡ καθ' ἡμᾶς, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ πελάγη ἄπειρα. Ἔφη γὰρ, Ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Ἥ τε γὰρ Κασπία, ἥ τε Ἰνδικὴ, ἥ τε Ἐρυθρὰ διῃρημέναι σχεδὸν ταύτης εἰσὶ, καὶ ἔξωθεν περικείμενος ὁ Ὠκεανός. Ἀνάγων νεφέλας ἐξ ἐσχάτων τῆς γῆς. Ἄλλος, Ἀναβιβάζων. Ἕτερος, Ἀνασπᾷ ἀπ' ἄκρων. Ἄλλος,Ἐκ τελέσματος. Τοῦτο καὶ ἐν τῷ Ἰὼβ εἴρηται· Ὁ δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ. Καὶ ὁ Σολομῶν· Συνέχων ὕδωρ ἐν ἱματίῳ. Οὗτος δὲ οὐ τοῦτό φησιν, ἀλλ' ἕτερον θαυμαστόν. Ποῖον δὴ τοῦτο; Ὅτι παχύτερος ὢν ὁ ἀὴρ, τὴν ἄνω φέρεται φορὰν, καὶ διαβαστάζεται, καὶ ἄνεισι τὸ βαρὺ, τὴν ἐναντίαν ἐρχόμενον ὁδόν. Θαυμαστὸν μὲν οὖν καὶ τὸ στέγεσθαι τὸ ὕδωρ ἐν αὐτῷ, πολὺ δὲ θαυμαστότερον τὸ φέρεσθαι στεγόμενον ἐπὶ τοῦ κούφου· καὶ τὸ δὴ ἔτι παραδοξότερον, ὅτι τὸ στεγόμενον ὑπ' ἐκείνου τοῦ ἀέρος, ἐπειδὰν ἐκρυῇ τοῦ νέφους, οὐκέτι κατέχεται τῷ μετ' αὐτὸν ἀέρι, καὶ στέγεται, ἀλλὰ διαῤῥεῖ πανταχόθεν, καὶ εἰς τὴν γῆν φέρεται. Καὶ μὴν εἰ κατὰ φύσιν ἐστέγετο τοῦτο, ἔδει καὶ ἐν τῷ ἀέρι στέγεσθαι. Ὥσπερ γὰρ ἀσκὸν εἴ τις εἴασεν εἰς τὸν ἀέρα πεπληρωμένον ὕδατος, εἶτα ἐφέρετο ὑπὸ τοῦ ἀέρος, ἠνέχθη ἂν καὶ τὸ ἔνδον στεγόμενον ὕδωρ διαῤῥυὲν ἐκ τοῦ ἀσκοῦ· οὕτως ἀκόλουθον καὶ ἐνταῦθα γίνεσθαι. Ἀλλ' ἐπειδὴ πάντα θαύματος γέμει, καὶ παράδοξα τὰ γινόμενα, ὑπὲρ ἀκολουθίαν, ὑπὲρ λόγον ἅπαντα ταῦτα γίνεται. Καὶ γὰρ τὸ στεγόμενον ἐν τῷ ἀέρι τῆς νεφέλης, οὐ στέγεται ἐν τῷ ἀέρι τῷ μετὰ ταῦτα. Εἶδες τὸ παράδοξον, καὶ πῶς ὃ δοκεῖ τῶν ἄλλων εἶναι καταδεέστερον, τοῦτο θεὶς, ἔδειξεν ὂν θαυμαστόν; Εἶτα καὶ ἄλλο δείκνυσι θαυμαστὸν, Ἐξ ἐσχάτων, λέγων, τῆς γῆς, ἢ, Ἀπ' ἄκρων τῆς γῆς. Οὐ γὰρ δὴ μόνον ἀνιᾶσιν, ἀλλὰ καὶ βαδίζουσιν, οὐδ' ἔνθα ἂν φανῶσιν, ἐκεῖ καὶ τὸν ὑετὸν ἀφιᾶσιν, ἀλλὰ πολλὰ πολλάκις παραδραμόντα χωρία ἀλλαχοῦ τὸν ὑετὸν ἐργάζονται, καὶ πόλεις καὶ ἔθνη παρελθοῦσαι. Οὐ τοῦτο τοίνυν τὸ θαυμαστὸν μόνον, ὅτι ἀνάγονται, ἀλλ' ὅτι καὶ βαδίζουσι καθάπερ ἐν ὑπερῴοις, ὄγκον φέρουσαι τοσούτων ὑδάτων. γʹ. Ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν. Ὅρα παράδοξον ἕτερον πάλιν, καὶ ἐναντίας φύσεις συνιούσας. Οὔτε γὰρ ἀστραπῆς τι πυρωδέστερον, οὔτε ὑδάτων ψυχρότερον, ἀλλ' ὅμως ἀναμίγνυνται αὗται, καὶ οὐ συγχέονται, οὐδὲ κεράννυνται, ἀλλὰ τοὺς οἰκείους