314
ἑκάστη διατηρεῖ ὅρους. Μένον γὰρ τὸ πῦρ ἐν τῷ ὕδατι, 55.391 καὶ τὸ ὕδωρ ἐν τῷ πυρὶ, οὔτε τοῦτο ἐκεῖνο ἀνεξήρανεν, οὔτε ἐκεῖνο τοῦτο κατέσβεσε. Καίτοι ἡ ἀστραπὴ τοῦ ἡλιακοῦ πυρὸς ὀξύτερον, φανότερον, τομώτερον. Καὶ μαρτυροῦσιν αἱ ὄψεις αὐταῖς ἀκτῖσι διηνεκῶς προσβάλλουσαι· ἐκείνης δὲ τὴν φορὰν οὐδὲ πρὸς βραχὺ δυνάμεναι ἐνεγκεῖν. Καὶ ὁ μὲν ἥλιος διὰ πάσης ἡμέρας διατρέχει τὸν οὐρανὸν, αὕτη δὲ ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν· καθάπερ καὶ ὁ Χριστὸς μαρτυρεῖ λέγων· Ὥσπερ ἡ ἀστραπὴ πορεύεται ἐξ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν. Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Αὕτη πάλιν ἑτέρα φύσις, χρείαν οὐ μικρὰν ἡμῖν παρέχουσα, ἀλλὰ τοσαύτην, ὥστε εἰς τὸ πολὺ τῆς ζωῆς ἡμῶν συντελεῖν, καὶ κεκμηκότα ἀνακτᾶσθαι τὰ σώματα, καὶ καταψύχειν, καὶ τὸν ἀέρα κουφότερον ποιεῖν. Τοῦτο γὰρ ἔργον ἀνέμων, ἀναῤῥιπίζειν τὸν ἀέρα, ὥστε μὴ ἀκίνητον ὄντα φθείρεσθαι, πεπαίνειν τοὺς καρποὺς, τρέφειν τὰ σώματα. Τί ἄν τις εἴποι τὰς ἐν ναυτιλίᾳ χρείας αὐτῶν, τοὺς καιροὺς, καθ' οὓς τεταγμένως ἐφίστανται, καὶ παραχωροῦσιν ἀλλήλοις, χορεύοντες ἐν τῷ πελάγει, καὶ τοὺς πλωτῆρας διαβιβάζοντες; Καὶ ὁ μὲν παρέπεμψεν, ὁ δὲ διεδέξατο, καὶ ἐναντίας ὁδεύουσιν ὁδοὺς, καὶ διακονοῦνται, καὶ ἡ μάχη αὐτῶν τῷ βίῳ πάλιν γίνεται χρήσιμος. Καὶ μυρία ἕτερα ἄν τις εἴποι τῶν ἀνέμων ἔργα. Ἀλλ' ὅμως ταῦτα πάντα παραδραμὼν ὁ Προφήτης, καὶ καταλιπὼν τῷ ἀκροατῇ ἀναλέγεσθαι, αὐτὸς μόνον τὴν εὐκολίαν τῆς δημιουργίας παρέστησε. Τὸ γὰρ εἰπεῖν, Ἐκ θησαυρῶν αὐτοῦ, οὐ τοῦτο δηλοῦντός ἐστιν, ὅτι θησαυροί τινές εἰσιν ἀνέμων, ἀλλὰ τὸ εὔκολον τοῦ ἐπιστατοῦντος, τὸ ἕτοιμον τῆς κτίσεως, τὸ παρεσκευασμένον. Ὥσπερ γὰρ ὁ ἐν θησαυρῷ ἔχων, μετ' ἀδείας ἐξάγει πάντα, καὶ ὅτε βούλεται· οὕτω καὶ ὁ τοῦ παντὸς δημιουργὸς πάντα εὐκόλως ἐποίησε, καὶ τῇ φύσει παρέδωκεν. Εἶδες πόση καὶ ἐν ἀέρι διαφορὰ, καθάπερ καὶ ἐν ὕδατι καὶ ἐν πυρὶ, πολλαὶ ἐναλλαγαί; Καὶ γὰρ τοῦ ὕδατος τὸν μέν ἐστι πηγαῖον, τὸ δὲ θαλάττιον, τὸ δὲ ἀέριον, τὸ δὲ ἐν νεφέλαις, τὸ δὲ οὐράνιον, τὸ δὲ ὑπεράνω τῶν οὐρανῶν, τὸ δὲ ὑπόγειον. Καὶ ἐν τῷ πυρὶ, τὸ μέν ἐστιν ἐν ἡλίῳ, τὸ δέ ἐστιν ἐν σελήνῃ, τὸ δέ ἐστιν ἐν ἄστροις, τὸ δὲ ἐν ἀστραπαῖς, τὸ δὲ ἐν ἀέρι, τὸ δὲ ἀπὸ ξύλων, τὸ περὶ ἡμᾶς, καὶ τὸ λυχνιαῖον, τὸ δὲ ἀπὸ γῆς· καὶ γάρ ἐστι πολλαχοῦ τοιοῦτον ἀπὸ γῆς ἀναδιδόμενον, ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων· τὸ δὲ ἐν λίθοις παρατριβομένοις, τὸ δὲ ἐν κόμαις δένδρων, καὶ αὐτῶν παρατριβομένων, τὸ δὲ ἐν κεραυνοῖς. Οὕτω δὴ καὶ ἐν ἀέρι, ὁ μέν ἐστι παχύτερος, ὁ περὶ ἡμᾶς· ὁ δὲ λεπτότερος, ὁ δὲ ἀνώτερος πάλιν πυρωδέστερος. Καὶ τῶν ἀνέμων πολλαὶ αἱ διαφοραί· ὁ μὲν γὰρ λεπτότερος, ὁ δὲ παχύτερος· ὁ μὲν ψυχρότερος, ὁ δὲ ξηρότερος· ὁ μὲν ὑγρότερος, ὁ δὲ θερμότερος. Ἀὴρ δὲ καὶ νέφος, τὸ μὲν σχολαιότερον, τὸ δὲ ταχύτερον χωρεῖ, καθάπερ ἐφ' ἵππων. Οὕτω δὴ καὶ ἐπὶ νεφελῶν καὶ ἀνέμων αἱ μὲν ἐοίκασιν ὑδροφόροις σκεύεσι, ποτὲ μὲν ὑδάτων ἐμπεπλησμέναι, ποτὲ δὲ κεναὶ φερόμεναι· αἱ δὲ ῥιπίδι ἐοίκασι. Σὺ δὲ ταῦτα ὁρῶν καὶ τὴν διαφορὰν καὶ τὴν ποικιλίαν αὐτῶν, θαύμαζε τὸν δημιουργόν. Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου. Εἰπὼν τὰ καθόλου, καὶ δείξας τοῦ Θεοῦ τὴν πρό 55.392 νοιαν τὴν περὶ τὴν οἰκουμένην ἅπασαν, διὰ τῶν ἀστραπῶν, διὰ τῶν ἀνέμων, διὰ τῶν ἀέρων, διὰ τῶν νεφελῶν, διὰ τῶν ὑετῶν, καὶ ἐλέγξας τὴν ληρωδίαν τῶν μέχρι σελήνης πρόνοιαν λεγόντων εἶναι, ἐπὶ τὸ μερικὸν ἔρχεται τὸ περὶ Ἰουδαίους μέρος. Ὅτι μὲν γὰρ γῆ, καὶ οὐρανὸς, καὶ τὰ ὁρώμενα πάντα τῆς αὐτοῦ φιλανθρωπίας ἀπολαύει, ἔδειξε διὰ τῶν εἰρημένων· ἵνα δὲ εὐγνωμονεστέρους Ἰουδαίους ἐργάσηται, καὶ τὰ μερικὰ διηγεῖται, δεικνὺς ὅτι ὁ καθόλου Θεὸς, καὶ τῶν ἁπάντων προνοῶν, ἰδικὰς αὐτοῖς τινας εὐεργεσίας ἐχαρίσατο. Καίτοι καὶ τὰ εἰς ἐκείνους γινόμενα, καθολικὰ πάλιν ἦν. Τό τε γὰρ ἐκ τῶν ἄλλων αὐτοὺς ἐξειλέχθαι, παραζηλοῦν ἐκείνους ἐποίει· ὅπερ καὶ ὁ Παῦλος δεικνὺς λέγει· Τῷ