316
αὐτοὺς ἐξαγαγὼν, οὐδὲ ἀλλαχοῦ που, ἀλλ' ἐν αὐτῇ τῇ πόλει τὴν πληγὴν ἐπήγαγε. Καὶ ὅρα καὶ ἐν τῇ πληγῇ φιλανθρωπίαν. Ἀπὸ γὰρ κτηνῶν πρότερον ἤρξατο, καὶ τότε ἐπὶ τοὺς ἀνθρώπους ἐχώρησε. Τίς οὖν οὐκ ἂν ἀγάσαιτο τὴν δύναμιν, πῶς ἅπαντα ἐν μιᾷ καιροῦ ῥοπῇ κατήνεγκε, τὴν φειδὼ, τὴν σοφίαν τὴν ἀπόῤῥητον; Οὔτε γὰρ πρώτην αὐτὴν ἐπήγαγε πληγὴν, δι' ἑτέρων αὐτοὺς διορθῶσαι βουλόμενος, οὔτε ἐπειδὴ ἐπήγαγε, χωρὶς προῤῥήσεως ἐπήγαγε. Τί δήποτε; Ἵνα τοῖς ῥήμασιν αὐτοὺς σωφρονίσῃ, καὶ μὴ ἔλθωσιν εἰς πεῖραν τῶν πραγμάτων· οὔτε πάλιν ἐπειδὴ οὐ διορθώθησαν, ἀφῆκεν ἀμφίβολον γενέσθαι τὴν πληγήν. Ἵνα γὰρ μή τις αὐτόματον αὐτὴν νομίσῃ ἢ νόσον, ἢ λοιμὸν αὐτὴν ἐπιοῦσαν, ὅρα πόσα γίνεται. Πρῶτον ὅτι ἐν μιᾷ νυκτὶ πάντες. ∆εύτερον ὅτι τὰ πρωτότοκα πάντα. Εἰ γὰρ λοιμὸς ἦν, οὐκ ἂν τῶν πρωτοτόκων πάντων μόνον ἥψατο, καὶ τῶν δευτέρων ἐφείσατο· ἀλλ' ἀδιακρίτως ἂν ἐπὶ πάντας ἦλθε. Τρίτον, ὅτι εἰ λοιμὸς ἦν, οὐκ ἂν τῶν Ἰουδαίων ἀπέσχετο καθόλου, καὶ τῶν Αἰγυπτίων ἥψατο μόνον, ἀλλ' ἐκεῖνα πολλῷ πλέον ἂν κατειργάσατο τὰ σώματα, τὰ πόνῳ καὶ ταλαιπωρίᾳ καὶ τοσούτοις κατειργασμένα κακοῖς, τὰ ἐν πενίᾳ καὶ λιμῷ ἐπὶ τοσοῦτον ταριχευθέντα· οὐχὶ τὰ βασιλικὰ, οὐδὲ τὰ ἐν ἀξιώμασι, τὰ πολλῆς ἀπολαύοντα ἀδείας, καὶ πολλῆς μετέχοντα τῆς θεραπείας. Εἰ λοιμὸς ἦν, οὐκ ἂν ἀθρόον ἐπῆλθεν, ἀλλὰ πάντα τὰ προοίμια ἐπιδεικνύμενος τῆς ἐλεύσεως πρότερον. Νῦν δὲ ὁμοῦ ταῦτα 55.394 γίνεται, ἵνα ἐλέγχηται τῶν Αἰγυπτίων ἡ ἀγνωμοσύνη. Καὶ γὰρ μετὰ τὴν πληγὴν ταύτην, καὶ τὸ σαφῶς μαθεῖν, ὅτι θεήλατος ἦν ἡ πληγὴ, ἀπελθόντας κατεδίωκον τοὺς Ἰουδαίους, ὅπερ τῆς ἐσχάτης ἦν αὐτῶν ἀγνωμοσύνης σημεῖον, καὶ ὑπὲρ τοῦ Θεοῦ μεγίστη ἀπολογία. Ἐπειδὴ γὰρ ἔμελλε παύεσθαι τὰ σημεῖα, ἐν τοιούτῳ αὐτὰ σημείῳ ἔπαυσεν, ἐν ᾧ καὶ περὶ τῶν ἔμπροσθεν ἀπελογήσατο τοῖς βουλομένοις προσέχειν. Ἵνα γὰρ μή τις λέγῃ, Τί δήποτε πάντες κολάζονται, τοῦ βασιλέως κατέχοντος τοὺς Ἰουδαίους καὶ διαμαρτάνοντος; διὰ τοῦ ἐσχάτου λύει τὴν ἀπορίαν ταύτην. Πῶς διὰ τοῦ ἐσχάτου; Ὅτι ἡνίκα τὰ πρωτότοκα αὐτῶν ἐπλήγη, καὶ ἄκοντος τοῦ βασιλέως τοὺς Ἰουδαίους ἐξέβαλλον. Ὥστε εἰ καὶ ἐκ προοιμίων ἐβούλοντο, ἴσχυσαν ἂν περιγενέσθαι ἐκείνου. Οὐκ ἄρα παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι, οὐκ ἐκράτουν τοῦ βασιλέως. Καὶ ἡ δίωξις δὲ ἡ μετὰ ταῦτα κατηγορίας ἐπίτασις. εʹ. Τοῦτο δὴ καὶ ἐπὶ Σαοὺλ συνέβη. Ὅτε μὲν γὰρ ἔδει τὸν υἱὸν ἐξελέσθαι, πάντες κοινῇ κολακεύοντες τὸν βασιλέα, καὶ παρανομήσαντα ἐξείλοντο· ὅτε δὲ ἱερέας ἐβούλετο σφάξαι τοσούτους, οὐδὲ φωνὴν ἔῤῥηξαν, οὐδὲ προέστησαν. Εἰ δὲ τότε τὴν φύσιν εἶχον συμπράττουσαν, ἀλλὰ καὶ ἐνταῦθα τοῦ δικαίου τὴν φύσιν. Ἱερεῖς γὰρ ἦσαν, καὶ ἡ σφαγὴ παράνομος ἦν, καὶ θυμὸς κρίσεως οὐκ ὀρθῆς. Ἀλλ' αἴτιον ἦν ἡ ῥᾳθυμία, καὶ τὸ μὴ σφόδρα ἀλγεῖν ὑπὲρ τῶν ἱερέων. Ὅρα γοῦν οἷα αὐτοὺς μετὰ ταῦτα κατελάμβανε κακά· τῆς γὰρ ὀλιγωρίας ἐκείνης οὐ τὴν τυχοῦσαν ἔτισαν δίκην. Ὅταν οὖν τι παράνομον γένηται, μηδεὶς ἔστω νωθὴς, ἀλλὰ πυρὸς θερμότερος, καὶ τῶν ἀδικουμένων μὴ ἔλαττον ἀλγείτω, καὶ οὕτω τὰ πλείονα στήσεται τῶν κακῶν. Ἀπὸ ἀνθρώπου ἕως κτήνους. Τί δή ποτε καὶ τὰ κτήνη; Ἐπειδὴ δι' ἀνθρώπους ταῦτα ἐγίνετο, δι' ἄνθρωπον καὶ κολάζει αὐτὰ, ὥστε αὐξῆσαι τὸν φόβον, ὥστε ἐπιτεῖναι τὴν συμφορὰν, ὥστε δεῖξαι θεήλατον οὖσαν τὴν πληγὴν, καὶ ἐκ τῶν οὐρανῶν τὸν πόλεμον ἥκοντα. Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε. Τί ἐστι τὸ, Ἐν μέσῳ σου; Ἢ τὸν τόπον φησὶν, ἢ τὸ φανερῶς. Τὸ γὰρ, Ἐν μέσῳ, πανταχοῦ τὸ φανερῶς δηλοῖ, ὡς ὅταν ἀλλαχοῦ λέγῃ· Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς· ἐπειδὴ τὸ μέσον ἅπασι κατάδηλον. Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε. Εἰκότως· πρὸς γὰρ διόρθωσιν τὰ γινόμενα