317
ἐγίνετο, καὶ πρὸς ἐπίδειξιν τῶν ὀφειλόντων κερδαίνειν· οὐ γὰρ ἁπλῶς συνέβαινεν, ἀλλὰ μετὰ πολλῆς τῆς παραδοξοποιίας, ὥστε καὶ τῷ πλήττειν, καὶ τῷ παραδόξως, διπλῆν ἐμποιεῖν τὴν ὠφέλειαν. Ἐν Φαραὼ, καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ. Εἶδες τὴν δύναμιν τὴν ἄφατον; πῶς ὁμοῦ πάντων ὄντων, τούτους ἐπεγίνωσκεν ἡ τιμωρία, καὶ ἔπασχον μὲν ἐκεῖνοι, ἐκέρδαινον δὲ ἕτεροι; Πῶς δέ φησιν, Ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ; Καίτοι γε οὐ πάντες εἶχον πρωτότοκα· ἀλλὰ περὶ τῶν ἄλλων σημείων λέγει, καὶ ἐν μὲν Αἰγύπτῳ πληττομένων τούτων ἐκέρδαινον οἱ Ἰουδαῖοι· ἐν δὲ τῇ ἐρήμῳ εὐεργετουμένων Ἰουδαίων, ὠφελοῦντο ἕτεροι· καὶ τὰς μὲν πληγὰς τοῖς πολεμίοις ἐπήγαγε, τὰς δὲ εὐεργεσίας τούτοις, δι' 55.395 ἑκατέρων πάντας ὠφελῶν. Καὶ τίνος ἕνεκεν οὐκ εὐεργετεῖ καὶ τούτους; Ὅτι εἰώθασιν οἱ πλείους τῶν ἀνθρώπων πληττόμενοι μᾶλλον ἢ εὐεργετούμενοι τὸν Θεὸν ἐπιγινώσκειν. Ἐπεὶ ὅτι γε αὐτὸς οὐκ ἐβούλετο κολάζειν, ὅρα αὐτὸν συνεχῶς ἀνέχοντα τὰς πληγὰς, καὶ δι' ἑκατέρων αὐτοῦ δεικνύντα καὶ τὴν δύναμιν καὶ τὴν φιλανθρωπίαν. Καίτοι γε ἤρκει μετὰ μίαν, καὶ δευτέραν, καὶ τρίτην, ὡς ἀνίατα νοσοῦντας ἀπολέσαι πάντη· ἀλλ' οὐκ ἐβούλετο, ἀλλὰ καίτοι τὰ μέλλοντα προειδὼς, καὶ ὅτι οὐδὲ πέμπτῃ, οὐδὲ ἕκτῃ, οὐδὲ δεκάτῃ γενήσονται βελτίους, τὰ αὐτοῦ ποιῶν οὐκ ἐπαύετο· ὅθεν μάλιστα καὶ τὴν δύναμιν αὐτοῦ, καὶ τὴν κηδεμονίαν, καὶ τὴν σοφίαν, καὶ τὴν ἀγαθότητα ἔστι θαυμάσαι. Τὴν δύναμιν, ὅτι ἔπληξε· τὴν κηδεμονίαν, ὅτι ἀνέσχε· τὴν σοφίαν, ὅτι εἰδὼς τὰ μέλλοντα τὸ αὐτοῦ ἐποίει· ὃ μάλιστα καὶ αὐτὸ φιλανθρωπίας ἐστὶ, τὸ ἀπὸ τῶν μικροτέρων ἄρχεσθαι, τὸ ἀπὸ τῶν ἀλογωτέρων. Καὶ προϊὼν δὲ καὶ τοῦ βασιλέως ἥπτετο, ὃ καὶ μάλιστα ἐκκηρυχθῆναι ἐποίει τὰ συμβαίνοντα. Τὰ μὲν γὰρ ἐπὶ τῶν ἰδιωτῶν γινόμενα, εἰκὸς καὶ λαθεῖν· ὅταν δὲ ὁ δεχόμενος τὴν πληγὴν περιφανὴς ᾖ, τὸ κωλύον οὐδὲν πανταχοῦ τὰ πράγματα ἐξηχηθῆναι. Εἰπὼν τοίνυν τὴν αἰτίαν, δι' ἣν ἐπάταξε, λέγει καὶ τὰς πληγὰς, καὶ οὐδὲ ταύτας καταλέγει πολλάκις, οὐδὲ κατ' εἶδος, ἀλλ' ἑνὶ ῥήματι πάσας αὐτὰς αἰνιξάμενος παρέδραμε τῷ εἰπεῖν, Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε. Εἶτα πάλιν ἐξ Αἰγύπτου τὸν λαὸν ἐξάγει εἰς τὴν ἔρημον, πανταχοῦ δεικνὺς ὅτι οὐ μερικὸς ὁ Θεὸς, οὐδὲ εἰς μίαν χώραν κρατῶν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης. ∆ιὸ ἐπήγαγε λέγων· Ὃς ἐπάταξεν ἔθνη πολλὰ, καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς· διὰ πάσης τῆς ὁδοῦ ἐνέχυρα ποικίλως τῆς δυνάμεως αὐτοῦ διδοὺς, καὶ ἐν τῷ διδάσκειν αὐτοὺς διὰ τῶν πραγμάτων στρατηγῶν. Καὶ γὰρ διὰ τῶν πολέμων καὶ τὰ πρότερα ἐδίδασκεν, ὅτι οὐκ ἀέρος φύσις, οὐ στοιχείων δύναμις, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ' ἡ στρατηγοῦσα αὐτῶν ἐπολέμει χείρ· καὶ δι' ἑκατέρων ἑκάτερα ἐδείκνυτο, διὰ τῶν ἐν Αἰγύπτῳ τὰ ἐν τῇ ἐρήμῳ, καὶ διὰ τῶν ἐν ἐρήμῳ, τὰ ἐν Αἰγύπτῳ. Ὅτε γὰρ αὐτοὶ χωρὶς ὅπλων, καὶ παρατάξεως, καὶ μάχης, ἔβαλλον τοὺς πολεμίους, δῆλον αὐτοῖς ἐποίει, ὅτι καὶ ἐν Αἰγύπτῳ οὐ στοιχείων δεόμενος ταῦτα ἐκίνησε κατ' αὐτῶν, ἀλλὰ ποικίλως καὶ διαφόρως τὴν ἑαυτοῦ δύναμιν ἐνδείξασθαι θέλων, τοῖς οὖσιν εἰς ταῦτα ἐκέχρητο. Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν. Οὐκ ἔπεισι τὰς πόλεις, οὐδὲ κατὰ μικρὸν λέγει τὴν παράταξιν, ἀλλὰ πάλιν μεγαλοψύχως παρατρέχει μυρίας νιφάδας θαυμάτων. ∆υνάμενος γὰρ ἐνδιατρῖψαι, καὶ τὴν τραγῳδίαν ἐκείνην ἐξογκῶσαι, τοῦτο οὐ ποιεῖ· ἀλλὰ καὶ ἐν πλήθει ὢν καὶ περιουσίᾳ τῶν ἔργων τοῦ Θεοῦ, ἐκ παραδρομῆς ἅπαντα ἔπεισι. Καίτοι γε οἱ μὲν ὡπλισμένοι ἦσαν, καὶ τειχήρεις πόλεις οἰκοῦντες, καὶ τὰ τακτικὰ μεμελετηκότες· οἱ δὲ φυγάδες, πολέμων ἄπειροι, δουλείας μακρᾶς ἀπηλλαγμένοι καὶ τυραννίδος χρονίας, λιμῷ ἀναλωθέντες καὶ τιμωρίᾳ, πᾶσι προκείμενοι πρὸς τὸ κακῶς πά 55.396 σχειν· ἀλλὰ πάντων ἦσαν δυνατώτεροι διὰ τὴν στρατηγοῦσαν αὐτῶν χεῖρα.