318
ς ʹ. Εἶχε δὲ καὶ τὸ δίκαιον ὁ πόλεμος. Οὐ γὰρ αὐτοὶ ἐπῄεσαν, ἀλλ' ἐκείνων τὰς αἰτίας παρεχόντων, ἀποτειχιζόντων αὐτοῖς τὴν ὁδὸν, ὅπερ ἐσχάτης ἀπανθρωπίας ἦν· τούς τε Ἰδουμαίους οὐκ ἀφῆκεν εἰς πόλεμον εἰσελθεῖν. Ἵνα γὰρ μὴ τῇ σιγῇ θαῤῥοῦντες μετὰ ταῦτα πάλιν ἐπίωσιν, ἀλλ' εἰδῶσι τίσι μὲν πολεμεῖν, τίνων δὲ φείδεσθαι χρὴ, ἐν τῇ ἐρήμῳ τοῦτο ποιεῖ, διὰ τῶν πραγμάτων νόμον αὐτοῖς τιθεὶς, πῶς δεῖ κεχρῆσθαι τοῖς ἀπαντῶσι. Καὶ πάσας τὰς βασιλείας Χαναάν. Εἶδες τὴν οἰκουμένην ἅπασαν ἐντεῦθεν παιδευομένην; Καθάπερ γὰρ πῦρ ἀκάνθαις, οὕτως ἐπῄεσαν ἅπασι, καὶ οὐδεὶς αὐτοὺς φέρειν ἐδύνατο. Ἄκουε γοῦν τί φησιν ὁ Βαλαὰμ, οὐκ ἀπὸ τῶν προφητῶν, οὐκ ἀπὸ Μωϋσέως μαθὼν, ἀλλ' ἀπὸ τῶν πραγμάτων· Τὸ ἔθνος τοῦτό ἐστι τὸ ἐκλεῖχον πᾶσαν τὴν γῆν. Εἶδες τὴν μεταφορὰν κυρίως εἰρημένην; Οὐκ εἶπε, Τὸ πολεμοῦν, τὸ καταβάλλον, ἀλλὰ, Τὸ ἐκλεῖχον τὸ ἀπονητὶ τῆς νίκης παραστῆσαι βουλόμενος, καὶ τὰ ἀναιμωτὶ γινόμενα τρόπαια, καὶ τὴν ἐξ ἐπιδρομῆς κράτησιν. Οὐδὲ παρατάξεως δέονται, φησὶ, καὶ συμβολῆς, ἀλλ' ἀρκεῖ μόνον ἐπελθεῖν, καὶ ἅπαντα ἐξίσταται καὶ παραχωρεῖ. Οὐ γὰρ δὴ μόνον νόμῳ πολέμου καὶ παρατάξεως κρατεῖν αὐτοὺς ἐποίει, ἵνα μή τις αὐτοῖς λογίσηται τὰ γινόμενα, ἀλλὰ τὰ στοιχεῖα τῆς οἰκουμένης κατ' αὐτῶν ἐκίνει· διὸ καὶ προκατέβαλλεν αὐτῶν τὰς διανοίας, καὶ χάλαζα κατενεχθεῖσα πολλοὺς ἀπώλεσε, καὶ ἥλιος ἔστη, καὶ τῷ πολέμῳ μῆκος ἔδωκε, καὶ πολλὰ παράδοξα τοιαῦτα ἐγίνετο, καὶ ἠχὴ σαλπίγγων πυρὸς σφοδρότερον τοῖς πύργοις προσβάλλουσα τὰ τείχη κατήνεγκε. Τοῦτο δὲ ἑκατέρους ὠφέλει. Ἐκεῖνοί τε γὰρ ἐμάνθανον, ὡς οὐ παρ' ἀνθρώπων ἐστὶν ὁ πόλεμος· καὶ οὗτοι ἐπαιδεύοντο πρὸς τὸν Θεὸν βλέπειν, καὶ μηδέποτε ἐπὶ τοῖς κατορθώμασι μεγαλοφρονεῖν, ἀλλὰ καὶ καλλωπίζεσθαι καὶ μετριάζειν. Τοῦ γὰρ κρατῆσαι τὸ οὕτω κρατῆσαι μᾶλλον αὐτοὺς ἐκόσμει, ὅπερ καὶ σεμνοὺς ἐποίει, καὶ μετριάζειν ἐδίδασκε· σεμνοὺς μὲν, ὅτι τοιοῦτον εἶχον στρατηγόν· μετριάζειν δὲ, ὅτι οὐκ οἰκείοις ἐφυσῶντο κατορθώμασι. Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ λαῷ αὐτοῦ. Καὶ τοῦτο μέγιστον θαῦμα, τὸ μὴ μόνον ἐκβάλλειν, ἀλλὰ καὶ δυνηθῆναι κατασχεῖν τὴν γῆν, καὶ πόλεις νείμασθαι· ὃ καὶ πολλὴν παρεῖχεν αὐτοῖς τὴν ἡδονήν, πολὺν τὸν κόσμον, πολλὴν τὴν φαιδρότητα. Καὶ τοῦτο τῆς τοῦ Θεοῦ δυνάμεως. Οὐ γὰρ μικρὸν κατασχεῖν πολεμίων χώραν, ἀλλὰ πολλῆς καὶ ἐνταῦθα χρεία ῥοπῆς. Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Ἄλλος, Ἡ ἀνάμνησίς σου. Ἐνταῦθα τῇ δοξολογίᾳ τὸ συνεχὲς διακόπτει τοῦ λόγου, ὅπερ τοῖς ἁγίοις ποιεῖν ἔθος ἀεί. Ἐπειδὰν γὰρ ἀρξάμενοί τι λέγειν τῶν τοῦ Θεοῦ θαυμάτων. πυρωθῶσιν, οὐ πρότερον ἐπὶ τὸ τέλος ἔρχονται, ἕως ἂν ὑπὲρ τῶν εἰρημένων δοξάσωσι τὸν Θεὸν, καὶ εὐφημήσωσι, καὶ τὴν ἐπιθυμίαν ἐμπλήσωσι τὴν ἑαυτῶν. Ὅπερ καὶ ὁ Παῦλος πανταχοῦ ποιεῖ· καὶ ἐν προοι 55.397 μίοις δὲ μάλιστα τῶν Ἐπιστολῶν, ὡς ὅταν λέγῃ ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· Χάρις ὑμῖν, καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ ἐν τῇ πρὸς Ῥωμαίους· Ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ ἡ λατρεία, καὶ ἡ ἐπαγγελία, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ πάλιν ἀλλαχοῦ· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Οὕτω δὴ καὶ ὁ προφήτης ἐνταῦθα ἐννοήσας τὴν πρόνοιαν τὴν καθόλου, τὴν ἐν Αἰγύπτῳ πληγὴν, τὰς ἐπὶ τῇ ἐρήμῳ γενομένας εὐεργεσίας, τὰς ποικίλας καὶ διαφόρους, τὰς εἰς Ἰουδαίους, τὰς ὑπὲρ ἐκείνων εἰς τοὺς πολεμίους, καὶ πυρωθεὶς ἀπὸ τῆς ἀφάτου αὐτοῦ φιλανθρωπίας, δοξολογίαν ἀνήνεγκε, λέγων· Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν