319
καὶ γενεάν. Τουτέστιν, ἡ δόξα σου διηνεκής. Οὐδὲν γὰρ αὐτὴν λυμαίνεται, οὐδὲν αὐτὴν διακόπτει, ἀλλ' ἔστιν ἀεὶ, καὶ μένει ἄτρεπτος, ἀμετάβλητος, ἀνθοῦσα, ἀκμάζουσα. Τί δέ ἐστι, Τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν; Ἡ μνήμη, φησὶν, ἡ περὶ σοῦ, ἀτελεύτητος καὶ πέρας οὐκ ἔχουσα. Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. Ἢ ἀμφότερα ταῦτα περὶ τοῦ λαοῦ ἔστιν εἰπεῖν, ὅτι δίκην ἀπαιτήσει, καὶ μετὰ ταῦτα παύσεται καὶ ἀνακτήσεται αὐτούς· ἢ διελόντας, τὸ μὲν Παρακληθήσεται, περὶ τοῦ λαοῦ· τὸ δὲ Κρινεῖ, περὶ τῶν πολεμίων. Τουτέστι, τοὺς μὲν ἀνακτήσεται· τοῦτο γάρ ἐστι τὸ, Παρακληθήσεται· Κρινεῖ δὲ τοὺς πολεμίους, τουτέστι, δίκην ἀπαιτήσει ὑπὲρ αὐτῶν. ζʹ. Εἶτα ἐπειδὴ οὐκ εἶχεν ἀπὸ βίου κατορθώματα αὐτῶν εἰπεῖν, τοῖς δικαιώμασι τούτοις κέχρηται, τῷ ὀνόματι τοῦ λαοῦ, καὶ τῷ ὀνόματι τῶν δούλων. Εἰπὼν δὲ, Παρακληθήσεται, δείκνυσι τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὴν καταλλαγὴν, οὐ τῆς ἐκείνων ἀξίας. Ὅπου γὰρ παράκλησις, συγγνώμης χρεία· ὅπου δὲ συγγνώμης χρεία, οὐκ ἀξία κατορθωμάτων, ἀλλὰ φιλανθρωπίας καιρός. Ἐπειδὴ τοίνυν εἶπεν ἀνωτέρω· Τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεὰν, μόνοι δὲ τῶν ἄλλων ἐθνῶν αὐτοὶ Θεὸν ἐπεγράφοντο τότε, τοιοῦτόν τι αἰνίττεται διὰ τούτου, καὶ λέγει, ὅτι Ἡ σωτηρία ἐπὶ τὸν λαὸν τὴν δόξαν τὴν παρὰ τοῖς πολλοῖς περὶ σοῦ οὖσαν δείκνυσιν. Ἡ μὲν γὰρ φύσει προσοῦσα αὐτῷ δόξα, κἂν μηδεὶς ὁ θεραπεύων ᾖ, μένει ἀμείωτος, ἀκατάλυτος, ἀναλλοίωτος· ἡ δὲ παρὰ πολλοῖς εὐφημία, καὶ ἀπὸ τῆς ἡμετέρας σωτηρίας δειχθήσεται, ἀπολαβόντων ἡμῶν τὴν πόλιν, καὶ τὸ ἱερὸν, καὶ τὸν ναὸν, καὶ ἐπὶ τῆς προτέρας γενομένων πολιτείας πάλιν. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Ἐπειδὴ ἀρχόμενος ἔλεγεν, Ὁ δὲ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεοὺς, καὶ ἔδοξέ τινα κατὰ σύγκρισιν ὑπεροχὴν εἰσάγειν διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων, ὅρα τοῦτο πῶς ἐπιτείνει τῷ λόγῳ. Ἀρξάμενος γὰρ ἀπὸ τῆς τοῦ Θεοῦ δυνά 55.398 μεως, καὶ εἰπὼν τὰ ἐν τῷ οὐρανῷ, τὰ ἐν τῇ γῇ, τὰ ἐν ταῖς ἀβύσσοις, τὰ εἰς Ἰουδαίους, τὰ ἐπὶ τῆς οἰκείας, τὰ ἐπὶ τῆς ἀλλοτρίας, τὰ ἐπὶ τῶν πολεμίων. τὰ ἐπὶ τῶν ἐθνῶν, εἶτα ἀναμνήσας τὴν χρηστότητα, τὴν φιλανθρωπίαν, τὴν κηδεμονίαν, τὴν σοφίαν, τὴν δύναμιν, καὶ δείξας καθόλου Θεὸν ὄντα, καὶ τῆς οἰκουμένης προνοοῦντα, κωμῳδεῖ λοιπὸν καὶ τῶν εἰδωλικῶν θεῶν τὴν ἀσθένειαν, καὶ εὐθέως ἀπὸ τῆς φύσεως αὐτῆς καταφορικῶς κέχρηται τῷ λόγῳ· μᾶλλον δὲ καὶ τὸ ὄνομα αὐτῶν εἰς κατηγορίαν παράγει. Τὸ γὰρ εἴδωλον οὐδὲν ἕτερόν ἐστιν, ἢ ἀδρανές τι καὶ εὐτελὲς, καὶ ἀσθενείας ὄνομα ἐπιτεταμένης. ∆ιόπερ ἐντεῦθεν ἄρχεται λέγων· Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον. Πρῶτον, ὅτι εἴδωλον· δεύτερον, ὅτι ἄψυχος ὕλη καὶ κωφή· τρίτον, ὅτι αὐτὸ τὸ εἴδωλα εἶναι, οὐ μόνον παρ' ἑαυτῶν ἔχουσι τὸ μικρὸν, καὶ ἀσθενὲς, καὶ εὐτελὲς, ἀλλὰ καὶ παρὰ τῶν ἀνθρώπων. ∆ιὸ καὶ ἐπήγαγεν, Ἔργα χειρῶν ἀνθρώπων, ὅπερ μεγίστη κατηγορία τῶν θεραπευόντων αὐτούς· ὅτι καὶ αὐτοῦ τοῦ εἶναι αὐτὰ αὐτοὶ ὄντες αἴτιοι, ἐν αὐτοῖς τῆς σωτηρίας τὰς ἐλπίδας ἔχουσι. Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν. Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. Ὦτα ἔχουσι, καὶ οὐκ ἐνωτισθήσονται. Οὐ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Στόμα, φησὶν, ἔχουσι, καὶ οὐ λαλήσουσιν. Εἶδες πῶς ἐπιτείνει τὴν κωμῳδίαν, καὶ διελέγχει τὴν ἀπάτην; Ἐπειδὴ γὰρ πολλάκις αὐτὰ δαίμονες κινοῦσιν, ἀπαμφιέννυσι τὴν ὑπόκρισιν καὶ τὸ δρᾶμα, δεικνὺς ὅτι οὐκ ἔστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. Καὶ τίνος ἕνεκεν ὁ πονηρὸς δαίμων οὐ χωρὶς ἐκείνων δρᾷ, οὐδὲ φθέγγεται; Ἐπειδὴ πορνείας, μοιχείας μυρίας κακίας αἱ στῆλαι τῶν εἰδώλων εἰσὶν οἱ τύποι τούτων,