320
παιδεύων τοὺς ἀπατωμένους διὰ τῆς ὄψεως τῶν ξοάνων μιμεῖσθαι τὰ πράγματα, ὧν σχήματά ἐστι τὰ εἴδωλα, προσεδρεύει καὶ παρακάθηται κινῶν τε αὐτὰ, καὶ ἀπατῶν. Εἶτα πάλιν ἕτερον κωμῳδίας εἶδος κινεῖ λέγων· Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Ἐννόησον ἡλίκοι θεοὶ, ὧν ἡ ὁμοίωσις ἐν τάξει κεῖται ἀρᾶς. Ἀλλ' οὐ τὰ παρ' ἡμῖν τοιαῦτα. Ἔσχατος γὰρ ἀρετῆς ὅρος, καὶ πρὸς αὐτὴν τὴν κορυφὴν ἀναβῆναι τῶν ἀγαθῶν ποιοῦν, τὸ πρὸς τὸν Θεὸν ὁμοιωθῆναι, κατὰ τὸ ἐγχωροῦν ἡμῖν. Παρὰ δὲ ἐκείνοις ἡ λατρεία, φησὶ, καὶ οἱ θεοὶ τοιοῦτοι, ὡς τὴν πρὸς αὐτοὺς ὁμοίωσιν ἐν τάξει εἶναι ἀρᾶς τῆς ἐσχάτης. Ὥστε καὶ δι' ὧν ἄψυχός εἰσιν ὕλη, καὶ δι' ὧν παρὰ τῶν θεραπευόντων γίνονται, καὶ δι' ὧν εἴδωλα ἀσχημοσύνης εἰσὶ, καὶ δι' ὧν ἀναίσθητα κεῖται, καὶ δι' ὧν ἐν τάξει ἀρᾶς προσέθηκε τὴν πρὸς αὐτοὺς ὁμοίωσιν· διὰ πάντων γὰρ δείκνυται τῆς πλάνης ἡ ὑπερβολή. Εἰπὼν τοίνυν αὐτῶν τὴν ἀσθένειαν, τὴν ἀπάτην, τὴν τῶν δαιμόνων πονηρίαν, τὴν τῶν ποιούντων αὐτὰ ἄνοιαν, καὶ ταχέως αὐτῶν ἀπαλλαγεὶς, ἐπὶ τὴν δοξολογίαν κατακλείει τὸν λόγον, οὐκέτι διηγούμενος τὰ περὶ τοῦ Θεοῦ, ἀλλ' ὡς ἀποδείξας σαφῶς, ἐπὶ ὡμολογημένοις πᾶσι τὴν εὐφημίαν ἀπαιτῶν παρὰ τῶν τῆς εὐεργεσίας ἀπολαυόντων αὐτοῦ· διὸ καὶ καλεῖ πάντας εἰς δοξολογίαν, οὕτω λέγων· Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον. Οἶκος Ἀαρὼν, εὐλογήσατε τὸν Κύ 55.399 ριον. Οἶκος Λευὶ, εὐλογήσατε τὸν Κύριον. Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον. Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱερουσαλήμ. Τί δήποτε οὐ πάντας ὁμοῦ καλεῖ, ἀλλ' εἰς τάγματα διαιρῶν; Ἵνα μάθῃς, ὅτι πολλὴ ἡ διαφορὰ τῆς εὐλογίας. Ἄλλως γὰρ ὁ ἱερεὺς, ἄλλως ὁ Λευίτης, ἄλλως ὁ λαϊκὸς, ἄλλως ὁ πολὺς λαὸς εὐλογεῖ. Τὸ δὲ εἰπεῖν, Εὐλογήσατε, δεικνύντος ἐστὶ τὴν μακαρίαν καὶ ἀκήρατον φύσιν ἐκείνην. Εὐλογήσατε γὰρ, φησὶν, ὅτι τῶν ἐναντίων ἀπηλλάγητε, ὅτι τοιοῦτον κατηξιώθητε προσκυνεῖν Θεὸν, ὅτι τὴν ἀλήθειαν ἐπέγνωτε. Ἔστι μὲν γὰρ καὶ αὐτὸς εὐλογητὸς, ἐν τῇ φύσει ἔχων τὴν εὐλογίαν, οὐ δεόμενος τῆς παρ' ἑτέρων εὐφημίας· πλὴν καὶ ὑμεῖς εὐλογεῖτε, οὐχ ὡς ἐκείνῳ τι προστιθέντες, ἀλλ' ὡς αὐτοί τι μέγα καρπούμενοι. Εἰ γὰρ καὶ φύσει ἐστὶν εὐλογητὸς, ὥσπερ οὖν καὶ ἔστιν, ἀλλὰ βούλεται καὶ παρ' ἡμῶν εὐλογεῖσθαι. Καὶ πάλιν δὲ τῆς Σιὼν μέμνηται, καὶ τῆς Ἱερουσαλήμ. Ἐπειδὴ γὰρ ἐκεῖ τὰ τῆς πολιτείας αὐτοῖς συγκεκρότητο, καὶ τὰ τῆς λατρείας ὑπόθεσιν εἶχε ταύτην, καὶ ἐκεῖθεν ἐπαιδεύοντο, καὶ ἐῤῥυθμίζοντο, βούλεται ποιῆσαι τοὺς τόπους σεμνοὺς τῇ ἐπωνυμίᾳ τοῦ Θεοῦ, ἵνα αἰδέσιμοι ὄντες, μᾶλλον αὐτοῖς ὦσι περισπούδαστοι, περισπούδαστοι δὲ ὄντες, μᾶλλον αὐτοὺς ἐφέλκωνται, ἐφελκόμενοι δὲ, προσηλῶσι τῇ λατρείᾳ, προσηλοῦντες δὲ, εἰς μείζονα ἄγωσιν ἀρετὴν, δι' ἢν πάντα ἐγένετο Ἀλλὰ τότε μὲν Ἱερουσαλὴμ καὶ Σιὼν, σήμερον δὲ ὁ οὐρανὸς καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Τούτῳ δὴ καὶ ἡμεῖς ὦμεν, παρακαλῶ, προσηλωμένοι, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΛΕʹ ΨΑΛΜΟΝ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
αʹ. Εἰπὼν ἄνω περὶ τῆς εὐεργεσίας τοῦ Θεοῦ τῆς εἰς ἀνθρώπους γενομένης, καὶ
περὶ τῆς ποσότητος τοῦ ἐλέους αὐτοῦ διαλέγεται, οὐ μετρῶν οὐδὲ γὰρ δυνατὸν, ἀλλὰ τῷ ἀπείρῳ τὸ μέγεθος αὐτοῦ παραστῆσαι βουλόμενος, καὶ παρακαλεῖ πρὸς δοξολογίαν ἅπαντας, καλῶν καὶ λέγων· Ἐξομολογεῖσθε τῷ Κυρίῳ· τουτέστιν, εὐχαριστεῖτε,