321
εὐφημεῖτε αὐτόν. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τί δέ ἐστιν, Εἰς τὸν αἰῶνα; Οὐ ποτὲ μὲν, φησὶν, εὐεργετεῖ, ποτὲ δὲ ἀφίσταται, οὐδὲ ποτὲ μὲν ἐλεεῖ, ποτὲ δὲ παύεται, ὅπερ ἐπ' ἀνθρώπων συμβαίνει, καὶ πάθει κωλυομένων, καὶ εὐτελείᾳ διακοπτομένων, καὶ θεραπείᾳ ἐμποδιζομένων, καὶ περιστάσει πραγμάτων οὐ συγχωρουμένων· ἀλλ' ὁ Θεὸς οὐ τοιοῦτος, ἀλλὰ διηνεκῶς ἐλεεῖ, καὶ οὐδέποτε παύεται τοῦτο ποιῶν, κἂν διαφόρως καὶ ποικίλως ἐπιτελῇ. Ἀεὶ οὖν ἐλεεῖ, καὶ οὐδέποτε ἵσταται τοὺς ἀνθρώπους εὐεργετῶν. Εἶτα εἰπὼν, ὅτι ἐλεεῖ διαπαντὸς, δείκνυσι καὶ τὰ δείγματα τοῦ ἐλέους, καὶ τοῦ διαπαντὸς μένειν αὐτοῦ τὸν ἔλεον, ἐκ τῶν ὁρωμένων ποιούμενος τὴν ἀπόδειξιν· καὶ ἐπειδὴ πρὸς εὐσέβειαν αὐτοὺς ἐχειραγώγει, ὅρα πῶς πάλιν πρὸς τοὺς τῶν Ἑλλήνων θεοὺς ἀποτείνεται, πάλιν τῇ αὐτῇ συγκαταβάσει κεχρημένος. Τί γάρ φησιν; Ἐξομο 55.400 λογεῖσθε τῷ Θεῷ θεῶν, καθ' ἕκαστον ἐπιλέγων, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ, Τῷ Κυρίῳ τῶν κυρίων. Ἐν μὲν οὖν τῷ προτέρῳ ψαλμῷ ἔλεγεν, ὅτι παρὰ πάντας τοὺς θεούς ἐστιν· ἐνταῦθα δὲ ἔτι πλέον, ὅτι καὶ Κύριος αὐτῶν καὶ ∆εσπότης αὐτῶν ἐστιν, ἄν τε τῶν εἰδώλων λέγῃς, ἄν τε τῶν δαιμόνων. Εἰ γὰρ καὶ ἠτιμωμένοι, καὶ προσκεκρουκότες οἱ δαίμονες, ἀλλὰ δοῦλοι καὶ ὑποκύπτοντες. ∆ιὰ τοῦτο οὖν ἐξομολογεῖσθε, φησὶν, ὅτι Θεὸν ἔχετε πάντων ἀνώτερον, οὗ ὅμοιος οὐδεὶς, πάντων ∆εσπότην, πάντων Κύριον. Καίτοι τῶν εὐαρεστούντων καλεῖται Θεὸς, ὡς ὅταν λέγῃ· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Πῶς οὖν ἐνταῦθα τῶν δαιμόνων φησίν; Ἀλλ' ἑτέρως ἐκεῖνο, καὶ ἑτέρως τοῦτο. Ἐκεῖ μὲν γὰρ ἵνα τὴν οἰκείωσιν παραστήσῃ, καὶ τὴν πολλὴν πρὸς αὐτοὺς ἀγάπην· ἐνταῦθα δὲ, ἵνα τὴν ὑπεροχὴν γνωρίσῃ. Τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐπειδὴ ἀπεφήνατο, ὅτι Κύριός ἐστι τῶν θεῶν, καὶ ∆εσπότης, τῇ ἀποφάσει παρέχει λοιπὸν τὴν ἀπόδειξιν, καὶ κατασκευάζει τὸ εἰρημένον, ἀπὸ τῆς δυνάμεως αὐτὸν πάλιν ἀνακηρύττων. Καὶ οὐκ εἶπε, Τῷ ποιήσαντι, ἀλλὰ, Τῷ ποιοῦντι, δεικνὺς αὐτὸν διηνεκῶς εὐεργετοῦντα, καὶ θαυματοποιοῦντα, καὶ παράδοξα ἐργαζόμενον. Καὶ δύο ταῦτα αὐτοῦ τίθησιν ἐξαίρετα, ὅτι τε ποιεῖ, καὶ ὅτι μόνος ποιεῖ· μᾶλλον δὲ καὶ τρία, καὶ τέσσαρα· καὶ γὰρ ὅτι ποιεῖ, καὶ ὅτι θαύματα, καὶ μεγάλα θαύματα, καὶ ὅτι μόνος ποιεῖ. Ταῦτα δὲ οὐ πρὸς ἀθέτησιν τοῦ Παιδὸς, ἀλλὰ πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν δαιμόνων. Καὶ τίνα ταῦτά ἐστι τὰ θαύματα, ἴδωμεν, τὰ μεγάλα, ἃ μόνος ποιεῖ. Καίτοι γε ἀρχόμενος οὐ περὶ δυνάμεως διελέχθη ἡμῖν, ἀλλὰ περὶ φιλανθρωπίας καὶ ἀγαθότητος. Ἐξομολογεῖσθε γὰρ, φησὶ, τῷ Κυρίῳ, ὅτι ἀγαθός. Πῶς οὖν εἰς τὸν περὶ δυνάμεως ἐμπίπτει λόγον ἐνταῦθα λοιπόν; Ὅτι οὐχὶ δυνάμεως μόνον, ἀλλὰ φιλανθρωπίας ταῦτά ἐστι τὰ θαύματα. Τίνα δέ ἐστι τὰ θαύματα δεικνὺς, ἐπάγει λέγων· Τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Ἕτερος, Τῷ πιλήσαντι τὴν γῆν παρ' ὕδασι, τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός. Ταῦτα εἰ καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν σοφίαν ἐμφαίνει, ἀλλ' ὅμως καὶ πολλὴν τὴν φιλανθρωπίαν δείκνυσι. Τὸ μὲν γὰρ οὕτω μεγάλα γενέσθαι, καὶ καλὰ καὶ διαρκῆ, τὴν ἰσχὺν ἀνακηρύττει, καὶ τὴν σοφίαν· τὸ δὲ δι' ἡμᾶς αὐτὰ γενέσθαι, καὶ τὴν χρείαν τὴν ἡμετέραν, τὴν φιλανθρωπίαν καὶ τὴν ἀγαθότητα τὴν διηνεκῆ. Ὁρᾷς πῶς εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ; Οὐ γὰρ πρὸς δέκα καὶ εἴκοσι ἔτη πεποίηκεν αὐτὰ, οὐδὲ πρὸς ἑκατὸν, καὶ διακόσια, καὶ χίλια, ἀλλὰ παρὰ πᾶσαν τὴν ζωὴν ἡμῶν ἐξέτεινεν αὐτά. ∆ιὸ καὶ τοῦτο δηλῶν, ἐν ἑκάστῳ στίχῳ ἐπιλέγει, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ τὸ δὴ ἐκπλῆττον, ὅτι ἐποίησε μὲν, καὶ ἔδωκεν ἐξ ἀρχῆς γενόμενα· ἐπειδὴ δὲ παρέβη ὁ ἄνθρωπος, οὐδὲ οὕτως αὐτὸν ἐξέβαλεν· ἀλλὰ ἅπερ ἔδωκεν οὐχ ἁμαρτόντι, τούτοις 55.401 ἀφῆκε καὶ μετὰ τὴν ἁμαρτίαν ἐνδιαιτᾶσθαι, καὶ