322
οὐκ ἐκώλυσεν αὐτῶν τὴν χρῆσιν μετὰ τὴν ἁμαρτίαν ἐκείνην. Καὶ οὐκ ἐποίησεν οὐρανὸν ἕνα μόνον, ἀλλὰ καὶ ἕτερον, ἐκ προοιμίων δεικνὺς, ὅτι οὐκ ἐναφίησιν ἡμᾶς τῇ γῇ, ἀλλ' ἐκεῖ μεταστήσει. Εἰ γὰρ μὴ ἔμελλεν ἐκεῖ μεθιστᾷν, τίνος ἕνεκεν καὶ οὐρανὸς παρήγετο; Οὐ γὰρ δὴ αὐτῷ χρήσιμον τοῦτο τὸ στοιχεῖον· οὐδενὸς γὰρ δεῖται· ἀλλὰ τοὺς ἀπὸ γῆς ἐκεῖ μεθιστᾷν βουλόμενος, παρεσκεύασε τὰ οἰκήματα. βʹ. ∆ιὸ καὶ ὁ Προφήτης ταῦτα εἰδὼς, ἐφ' ἑκάστῳ, Εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐπιλέγει, ἐκπληττόμενος αὐτοῦ τὴν φιλανθρωπίαν. Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Ὅρα πάλιν κἀνταῦθα τὴν φιλανθρωπίαν. Ἐπειδὴ γὰρ ἐγενόμεθα θνητοὶ, καὶ ἐν πολλαῖς χρείαις κατέστημεν, οὐδὲ οὕτως ἐγκατέλιπεν, ἀλλὰ καὶ ἐνταῦθα κατάλληλον ἡμῖν καταγώγιον δέδωκε τὸν μεταξὺ χρόνον, καὶ τοσούτων τὴν γῆν δειγμάτων τῆς αὐτοῦ φιλανθρωπίας ἐνέπλησεν, ὡς μηδὲ λόγῳ παραστῆναι δύνασθαι. Ὁ γοῦν προφήτης ἐμπεσὼν εἰς τὴν ἄβυσσον τῶν εὐεργετημάτων τούτων, καὶ ἰδὼν τὸ πέλαγος ἀχανὲς, ἀπεπήδησε μέγα βοήσας καὶ εἰπών· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας. Καὶ τὸν ἥλιον δὲ εἴ τις κατίδοι, καὶ τὴν σελήνην, καὶ τὴν διάταξιν τῶν καιρῶν, πάλιν ὄψεται αὐτοῦ τὴν φιλανθρωπίαν ἅπασαν. Οὐ γὰρ μικρὸν ἡμῖν εἰς εὐταξίαν ζωῆς, καὶ εἰς αὐτὴν τὴν ζωὴν ταῦτα συντελεῖ τὰ στοιχεῖα, τρέφοντα, καρποὺς πεπαίνοντα, ὧν ἄνευ ζῆσαι οὐκ ἦν, καιροὺς ἡμῖν δεικνύντα, ὥρας χαρακτηρίζοντα, δρόμους ἡμέρας καὶ νυκτὸς διαστέλλοντα, ὁδοιπόρους γῆς καὶ θαλάττης ὁδηγοῦντα, μυρίαν ἑτέραν χρείαν παρεχόμενα. Εἶδες πῶς εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ πῶς καθ' ἕκαστον τῶν στίχων τοῦτο ἐπιλέγει ὁ Προφήτης; Ἕτερος δὲ ἑρμηνευτὴς, Εἰς ἐξουσίαν τῆς ἡμέρας, Ἐπικρατεῖν εἶπε τῆς ἡμέρας. Ἄλλος, Εἰς ἐξουσίαν ἐν νυκτί. Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν· καὶ ἐξαγαγόντι τὸν Ἰσραὴλ ἐκ μέσου αὐτῶν. Ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ. Συνεχῶς περιστρέφει τὸ θαῦμα τὸ ἐν Αἰγύπτῳ, διὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύνην, καὶ τὸ ἀεὶ τούτων ἀκούοντας ἐπιλανθάνεσθαι. Οὐ μικρὸν δὲ καὶ τὸ ἔλεος σημεῖον· τοῦτο γὰρ ἀπήλλαξεν αἰχμαλωσίας ἐκείνους, δουλείας, καὶ τοῖς μετὰ ταῦτα γέγονε θεογνωσίας ὑπόθεσις. Καὶ ἕτερον δὲ ἐνταῦθα αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ μετὰ τὴν πληγὴν ἐκείνην τῆς αὐτοῦ δυνάμεως γέγονε τὸ ἀπαλλάξαι αὐτοὺς τῆς δουλείας, κατασείσαντος αὐτοὺς τῷ φόβῳ, καὶ καταποντίσαντος τῇ θαλάσσῃ. Ταῦτα δὲ λέγει, ἵνα μή τις τῶν ἀνοητοτέρων νομίσῃ, ὅτι κελεύων αὐτοῖς τὸ χρυσίον λαβεῖν, καὶ τὰ σκεύη τὰ ἀργυρᾶ, δι' ἀσθένειαν ἐκέλευε. Καὶ γὰρ καὶ τοῦτο ἐποίησε πανταχόθεν βουλόμενος εἶναι φοβερὸς τοῖς πολεμίοις, καὶ δεῖξαι ὅτι καὶ δυνάμει καὶ μετὰ αὐθεντίας ἅπαντα δύναται ἐργάζεσθαι, καὶ ἀπατᾷν αὐτοὺς, καὶ παρακρούεσθαι. Ἅ τε γὰρ φανερῶς ἐποίησεν, οὐ διὰ τοῦτο ἐποίησεν, ὡς οὐ δυνάμενος ἀπατῆσαι· ἅ τε ἀπατήσας, οὐ διὰ τοῦτο ἐποίησεν, ὡς οὐ δυνάμενος φανερῶς λαβεῖν, ἀλλ' ἐν ἑκατέρῳ τῷ μέρει τὴν ἰσχὺν τὴν ἑαυτοῦ δεικνύς. Ὅτι γὰρ καὶ τοῦτο μέγαν φόβον ἐνέθηκε 55.402 τοῖς ἀλλοφύλοις, ἄκουσον τί φασι μετὰ ταῦτα οἱ μάντεις οἱ Ἀζωτίων· Οὗτος ὁ Θεὸς ὁ σκληρὸς, ὃς ἐπάταξε τὴν Αἴγυπτον, καὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, τότε ἐξήγαγεν αὐτούς. Ὁρᾷς αὐτοὺς καὶ διὰ τοῦτο τρέμοντας αὐτὸν, διὰ τὴν κλοπὴν, διὰ τὴν ἀπάτην, διὰ τὸ ἀποχρήσασθαι αὐτούς; Τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις. Ἕτερος, Εἰς τομάς. Ἄλλος, Εἰς τμήματα. Τινὲς γάρ φασιν, ὅτι οὐ μία γέγονεν ἡ ὁδὸς, ἀλλὰ καθ' ἑκάστην φυλὴν τὸ ὕδωρ ἐσχίζετο, ὡς πολλὰς γενέσθαι τὰς διαβάσεις. Ἀλλὰ ταῦτα πάντα εἰ καὶ πολλὴν τὴν ἰσχὺν ἐπεδείκνυτο, καὶ φοβερὸν αὐτὸν ἀπέφαινε καὶ μέγαν, ἀλλ' οὖν πολλὴν καὶ τὴν φιλανθρωπίαν εἶχεν, οὐχὶ τοῖς ἀπολαύουσι μόνον, ἀλλ', εἰ προσέχειν ἐβούλοντο, καὶ τοῖς ἐναντίοις. Οὐ γὰρ ἁπλῶς κατεπόντισεν αὐτοὺς,