323
ἀλλὰ μετὰ τοσαύτην θαυματουργίαν βουλομένους κατατολμῆσαι τῶν ὑδάτων· ἔδει δὲ αὐτοὺς, εἰ καὶ πάντων ἦσαν ἀναισθητότεροι, τά τε πρότερα ἐννοήσαντας, τά τε παρόντα καὶ πρὸ τῶν ὀφθαλμῶν, ἐκπλαγῆναι αὐτοῦ τὴν ἰσχὺν, καὶ προσκυνῆσαι, καὶ παύσασθαι τῆς ἀκαίρου φιλονεικίας. Οἱ δὲ τὴν κτίσιν ἅπασαν ὁρῶντες πρὸς τὸ δοκοῦν αὐτῷ μεταστοιχειουμένην, καὶ πολεμοῦσαν αὐτοῖς, οὐδὲ οὕτως ἔληξαν τῆς μανίας, ἀλλὰ καὶ τὸ παράδοξον ἐκεῖνο θαῦμα βλέποντες, κατετόλμησαν τῆς ξένης ἐκείνης καὶ καινῆς ὁδοιπορίας. ∆ιὸ καὶ τάφος αὐτοῖς τὸ πέλαγος γίνεται· οὐδὲ γὰρ φύσεως ἦν ἔργον, ἀλλὰ θεηλάτου πληγῆς τὸ γενόμενον· διὰ δὴ τοῦτο ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὰ ἐναντία εἰργάζετο· καὶ οὐ καθ' ἓν ἐτέμνετο μέρος, ἀλλὰ κατὰ ἀριθμὸν τῶν φυλῶν ἁπασῶν. Καθ' ἕκαστον δὲ τῶν σημείων ἐλέους μνημονεύει, ὅτι τοῦτο μάλιστα ἦν τῷ Θεῷ περισπούδαστον, ἐπειδὴ διὰ τῶν στοιχείων ἐγίνετο τὸ θαύματα, μὴ φυσικῆς τινος ἀκολουθίας εἶναι νομισθῇ τὰ γινόμενα, ἀλλὰ τῆς ἄνωθεν ῥοπῆς παραδοξοποιούσης τὰ θαύματα. Ὃ δὴ καὶ ἐπὶ τῆς θαλάττης συνέβαινε, καὶ δῆλον ἐγίνετο, οὐκ ἐκ τοῦ συμβῆναι τότε, ἀλλ' ἐκ τοῦ μετ' ἐκεῖνο μηκέτι γενέσθαι· πάλιν δὲ τὰ φυσικῶς γινόμενα, συνεχῆ καὶ πυκνὰ, καὶ κατὰ καιρὸν ἐπιτελεῖσθαι πέφυκε. Καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. γʹ. Ὁρᾷς πῶς δικαίως καθ' ἕκαστον στίχον λέγει τὸ, Εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ; Ταῦτα γὰρ ἅπαντα τὴν διηνεκῆ κηδεμονίαν ἐδείκνυ. Εἰ γὰρ καὶ τὰ γενόμενα τέλος εἶχεν, ἀλλ' αἱ μνῆμαι αὐτῶν τοῖς μετὰ ταῦτα πολλὴν θεογνωσίας παρεῖχον ὑπόθεσιν. Καὶ γὰρ τῇ μνήμῃ εἰς ἐγγόνους παραπεμπόμενα ἐχειραγώγει πρὸς φιλοσοφίαν πολλήν. Ἄλλως δὲ οὐκ ἐκεῖνα ἐπράχθη μόνον, καὶ ἐπαύσατο ἡ τοῦ Θεοῦ κηδεμονία, οὐδὲ μέχρι τῶν Αἰγυπτιακῶν ἔστη τὰ τῆς φιλανθρωπίας, ἀλλ' ἕκαστος καιρὸς καὶ χρόνος ἅπας ἔχει παρατεινόμενα τῆς ἀφάτου αὐτοῦ φιλανθρωπίας τὰ δείγματα. Ὑπὲρ ὧν καὶ αὐτὸς ἐκπληττόμενος, συνεχῶς ἐπιλέγει τὸ, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ καλῶς 55.403 ἐπήγαγε, Τῷ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς· ἐπεὶ καὶ τοῦτο τῆς τοῦ Θεοῦ δυνάμεως. Οὐ γὰρ ἤρκει τὸ τὴν θάλασσαν ὑπονοστῆσαι, καὶ ῥᾳδίαν αὐτοῖς ποιῆσαι τὴν δίοδον· ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἂν αὐτοὺς ἐξέπληξε, καὶ ἐφόβησε, καὶ ἀπεῖρξε τολμᾷν, τῷ παραδόξῳ πολλὴν δειλίαν ἐμποιοῦν· ἀλλὰ τῆς τοῦ Θεοῦ δυνάμεως ἐγένετο τὸ καὶ μετὰ τὴν ἀναχώρησιν τῆς θαλάσσης θάρσος αὐτοῖς ἐνθεῖναι, καὶ πεῖσαι διαβῆναι τὴν καινὴν ἐκείνην καὶ ξένην ὁδόν. Καὶ γὰρ ἐν ἑκατέρῳ τμήματι κορυφουμένων τῶν ὑδάτων, ὑψηλῆς τινος καὶ γενναίας ἔδει ψυχῆς αὐτοῖς, ὥστε μὴ δεῖσαι τὴν διάβασιν, μηδὲ ὑποπτεῦσαι, ὅτι κορυφούμενα ἑκατέρωθεν τὰ πελάγη ἐπελεύσεται αὐτοῖς, καὶ καταποντίσει τὸ στρατόπεδον ἅπαν. Καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθράν. Τὴν εὐκολίαν βουλόμενος δεῖξαι τοῦ καταποντισμοῦ, τῇ λέξει ταύτῃ ἐχρήσατο. Σὺ δέ μοι σκόπει, πῶς μετὰ τῆς δυνάμεως καὶ τῆς ἀγανακτήσεως καὶ τὴν μακροθυμίαν ἐπεδείξατο, οὐ πρότερον αὐτοὺς ἀνελὼν, καίτοι οὕτως ἀναισχύντως καὶ φιλονείκως διακειμένους, ἕως ὅτε φέροντες αὐτοὶ ἑαυτοὺς ἑκόντες κατεκρήμνισαν. Οὐδ' εἰκῆ δὲ καὶ τὸ στρατόπεδον κολάζεται· ἀλλ' ἐπειδὴ τῶν ἁμαρτημάτων ἐκοινώνησαν, καὶ τῆς διώξεως μετέσχον, κοινωνοῦσι καὶ τῆς κολάσεως καὶ τῆς τιμωρίας. Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τοῦτο οὐκ ἔλαττον τοῦ διὰ τῆς θαλάττης διαγαγεῖν. Εἰ γὰρ καὶ ξηρὰ ὑπέκειτο γῆ, δυναμένη στέγειν τὸ στρατόπεδον, ἀλλ' ὅμως πολλὰ ἕτερα ἦν τὰ λυποῦντα. Καὶ γὰρ ἱκανὰ πάντα καταναλῶσαι, καὶ θανάτῳ παραδοῦναι χαλεπωτάτῳ, καὶ λιμὸς, καὶ αὐχμὸς, καὶ δίψος, καὶ ἀκτὶς θερμοτέρα τοῦ δέοντος ἐπικειμένη, καὶ