324
θηρίων πλήθη, καὶ ἡ τῶν ἐπιτηδείων ἁπάντων ἐρημία. Οἶδας δὲ ὅσων ὁ ἄνθρωπος δεῖται. Ἀλλ' ὅμως ἁπάντων ἐκείνων γυμνωθέντες, καὶ οὐ στέγην ἔχοντες, οὐ τροφὰς, οὐκ ἐνδύματα ἀρκοῦντα, οὐχ ὑποδήματα, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ὡς ἐν μέσαις χορεύοντες πόλεσιν, οὕτω διὰ τῆς ἐρήμου πάσης ἐκείνης ἐβάδιζον. Σὺ δέ μοι σκόπει, πόσα παρέδραμε θαύματα τὰ ἐν τῇ ἐρήμῳ γινόμενα, καὶ πόσων ἐτῶν δημαγωγίαν· καὶ δύο τινῶν μέμνηται θαυμάτων, τῶν ἐπὶ τῶν βασιλέων ἐκείνων γεγενημένων. Καὶ γὰρ παρεὶς εἰπεῖν τὴν καινὴν τράπεζαν ἐκείνην, τὴν στέγην τὴν παράδοξον, τὴν λαμπάδα τὴν μηδέποτε μὴ φανεῖσαν, τῶν ἱματίων τὸ διαρκὲς, τῶν ὑποδημάτων τὸ ἀνένδοτον, τὰς ἀπὸ τῶν πετρῶν πηγὰς, τὰ ἄλλα τὰ καινὰ καὶ παράδοξα, δι' ὧν ῥᾳδίαν ἐποίει τὴν ὁδοιπορίαν αὐτοῖς, δύο μόνον μέμνηται, πῶς τοὺς βασιλέας τῶν βαρβάρων ἀνεῖλε, καὶ πῶς τὸ τρόπαιον ἔστησε, καὶ τὴν νίκην αὐτοῖς ἐχαρίσατο, τὰ λοιπὰ παραχωρῶν τῷ ἀκροατῇ μετὰ ἀκριβείας ἀναλέγειν· διό φησι· Τῷ πατάξαντι βασιλεῖς μεγάλους. Καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς· τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν. Καὶ ἐφ' ἑκάστῳ τούτων ἐπιλέγει, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, δεικνὺς ὅτι εἰ καὶ ἀπὸ πολεμίων πολέμιοι διεδέχοντο, ἀλλ' οὐδεὶς αὐτοὺς ἐχειροῦτο. ∆ιὰ τί; Ὅτι διηνεκῶς τῆς φιλανθρωπίας αὐ 55.404 τοῦ ἀπέλαυον. Τοῦτο γὰρ αἰνίττεται λέγων συνεχῶς, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ δούλῳ αὐτοῦ. ∆ιπλᾶ τὰ τῆς εὐεργεσίας, καὶ τὸ κρατῆσαι τῶν πολεμίων, καὶ τὸ γενέσθαι κυρίους τῶν ἐκείνων. Καὶ γὰρ καὶ τοῦτο δυνάμεως πολλῆς ἦν, οὐ τὸ ἐκβαλεῖν τοὺς ἐνοικοῦντας, ἀλλὰ καὶ τὸ δυνηθῆναι κατασχεῖν καὶ περιγενέσθαι τῆς ἀλλοτρίας. Εἶτα πάλιν σαφέστερον τοῦτο δεικνὺς, ὅτι οὐκ ἀπ' ἀξίας τούτων γεγόνασι κύριοι, ἀλλ' ἀπὸ τῆς ἀγαθότητος αὐτοῦ μόνης, ἐπήγαγεν· Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος· δηλῶν ὡς οὐκ ἐν τοῖς κατορθώμασιν, οὐκ ἐν τῇ εὐπραγίᾳ, ἀλλ' ἐν τῇ ταπεινώσει ἡμῶν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἤρκεσεν ἡ συμφορὰ ἐπικάμψαι αὐτὸν, καὶ τὸ κακῶς πάσχειν ἡμᾶς. Ἐπεὶ καὶ ἐξ ἀρχῆς, ὅτε αὐτοὺς ἀπήλλαττεν Αἰγύπτου, οὐκ εἶπεν, Ἰδὼν εἶδον τὴν καταβολὴν αὐτῶν τὴν ἐπὶ τὸ βέλτιον· ἀλλ', Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ. Καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Ἵνα μὴ κατὰ μικρὸν καταλέγῃ τοὺς πολέμους, τὰς ἐφόδους, τὰς νίκας, τὰ τρόπαια, πάλιν ἑνὶ ῥήματι κατορθωμάτων ὁρμαθὸν παραδραμὼν, καὶ τὰ μερικὰ ἀφεὶς τὰ εἰς Ἰουδαίους γινόμενα, ἐπὶ τὴν καθολικὴν αὐτοῦ πρόνοιαν ἔρχεται λέγων· Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Ἄλλος, Ὃς δίδωσιν ἄρτον. Ἄλλος, ∆ιδοὺς ἄρτον. Οὐκ ἄρα γῆς, οὐδὲ ὑδάτων, οὐδὲ ἀέρων, οὐδὲ ἀκτῖνος, οὐδὲ ἄλλου τινός εἰσι τῶν καρπῶν αἱ γοναὶ, ἀλλ' αὐτοῦ τὸ πᾶν. Καὶ ὅρα κἀνταῦθα οὐ τὴν δύναμιν μόνον, ἀλλὰ καὶ τὴν φιλανθρωπίαν τὴν ἄφατον. Ὅπερ γὰρ ὁ Χριστός φησιν, Ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· τοῦτο καὶ οὗτος ἐνταῦθα ᾐνίξατο, εἰπών· Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί· τουτέστιν, οὐχὶ τοῖς δικαίοις, οὐδὲ τοῖς κατορθοῦσι μόνον, ἀλλὰ καὶ ἁμαρτωλοῖς καὶ ἀσεβέσι, καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει· ὃ καὶ μάλιστα αὐτοῦ τὴν δεσποτείαν ἀνακηρύττει. Εἶδες ὅτι διὰ τοῦτο μάλιστα ὁ ψαλμὸς σύγκειται, ὥστε πρὸς θεογνωσίαν χειραγωγῆσαι; ∆ιὰ δὴ τοῦτο καὶ ἀρχόμενος ἀπὸ τῶν καθόλου ἤρξατο, καὶ τελευτῶν εἰς ταῦτα κατέληξεν· ἀνωτέρω μὲν εἰπὼν ἥλιον καὶ σελήνην, καὶ ἀστραπὰς καὶ ὑετοὺς, ἅπερ οὐκ ἐν μέρει γίνεται τῆς οἰκουμένης· ἐν δὲ τῷ τέλει εἰς τὴν κοινὴν ἁπάντων καταλήξας τροφήν. Εἶτα ἀπὸ τούτων κατασκευάσας τὴν καθόλου πρόνοιαν, ἐπήγαγεν· Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἀπὸ γὰρ τούτων κἀκεῖνο δῆλον, ὅτι καὶ τῶν ἄνω καὶ τῶν κάτω πάντων αὐτός ἐστι ∆εσπότης, καὶ πανταχοῦ τὰ τῆς προνοίας αὐτοῦ