325
καὶ τῆς κηδεμονίας ἐκτέταται. Ὑπὲρ ἁπάντων τοίνυν αὐτῷ τὴν εὐχαριστίαν ἀναφέρωμεν, τῶν κοινῶν, τῶν ἰδικῶν, ὑπὲρ τῆς ἀγαθότητος, ὑπὲρ τῆς φιλανθρωπίας, ὑπὲρ τῆς δυνάμεως, ὑπὲρ τῆς κηδεμονίας, καὶ διηνεκῶς τοῦτο ποιοῦντες διατελῶμεν, καθὼς καὶ ὁ Ψαλμῳδός φησιν, Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τοῦτο γὰρ θυσία, τοῦτο προσφορὰ, τοῦτο μάλιστα ἡμῖν ἵλεων αὐτὸν καθίστησι, καὶ τῆς εὐνοίας ἀπολαῦσαι ποιεῖ τῆς ἐκείνου· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΛʹ ΨΑΛΜΟΝ. Ὑπὲρ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. αʹ. Πολὺς ὁ πόθος τοῖς ἀνδράσι τῆς πόλεως, πολὺς ὁ ἔρως τῆς ἐπανόδου. Ἕως μὲν γὰρ εἶχον τὰ ἀγαθὰ ἐν χερσὶν, ἀκκιζόμενοι καὶ ὑβρίζοντες διετέλουν· ἐπειδὴ δὲ ἐξεβλήθησαν αὐτῶν, τότε λοιπὸν ἐν ἐπιθυμίᾳ κατέστησαν. ∆ιὰ γὰρ τοῦτο αὐτοὺς καὶ ἐξέβαλεν, ἵνα αὐτοὺς εἰς πόθον ἀναγάγῃ μείζονα. Καὶ τοῦτο πολλαχοῦ ποιεῖν ὁ Θεὸς εἴωθεν. Ὅταν γὰρ ἐντρυφῶντες αὐτοῦ τοῖς ἀγαθοῖς μὴ αἰσθανώμεθα, ἐν ἐρημίᾳ αὐτῶν ἡμᾶς καθίστησιν, ὥστε τῇ στερήσει σωφρονισθέντας ζητῆσαι πάλιν τὴν ἀπόλαυσιν. Τίνος δὲ ἕνεκεν παρὰ τοὺς ποταμοὺς ἐκάθηντο; Ἅτε αἰχμάλωτοι ὄντες, καὶ ἀπὸ πολεμίας εἰλημμένοι χώρας, ἔξω τειχῶν καὶ πόλεων ηὐλίζοντο. Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. Ἕτερος, Κιθάρας ἡμῶν. Ἄλλος, Λύρας. Καὶ τίνος ἕνεκεν τὰ ὄργανα ἐπήγοντο εἰς αἰχμαλωσίαν ἀπιόντες, καὶ οὐ μέλλοντες αὐτοῖς χρῆσθαι; Ὠκονόμητο καὶ τοῦτο ὑπὸ Θεοῦ, ὥστε καὶ ἐπὶ τῆς ἀλλοτρίας ἔχειν ὑπομνήματα τῆς πολιτείας τῆς προτέρας, καὶ μᾶλλον αὐτοὺς δάκνεσθαι ὁρῶντας τὰ σύμβολα τῆς θρησκείας ἐκείνης. Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν· καὶ οἱ ἀπαγαγόντες ἡμᾶς· Ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. Οὐ μικρὰ καὶ ἐντεῦθεν ἐκέρδαινον ἐν τῷ τοὺς βαρβάρους ἐπικεῖσθαι, καὶ τῶν ᾀσμάτων ἐπιθυμεῖν ἀκούειν τῶν παρ' αὐτῶν. Ὅρα δὲ κἀντεῦθεν πόσην ἀπὸ τῆς αἰχμαλωσίας ἐδέξαντο τὴν διόρθωσιν. Οἱ γὰρ ἐξορχησάμενοι, καὶ τῆς οἰκείας ἀποσκιρτήσαντες λατρείας, καὶ παντὶ τρόπῳ τὰ νόμιμα καταπατήσαντες, τοσαύτῃ ἀκριβείᾳ κέχρηνται ἐπὶ τῆς ἀλλοτρίας, ὡς καὶ τῶν βαρβάρων ἐπικειμένων, καὶ ἀπειλούντων, καὶ πανταχόθεν περιστοιχιζόντων αὐτοὺς, καὶ ἐπιθυμούντων ἀκοῦσαι, μηδὲ οὕτως χαρίσασθαι αὐτῶν τῇ ἐπιθυμίᾳ, ἀλλὰ προτιμῆσαι τὸν νόμον, καὶ διατηρῆσαι μετὰ ἀκριβείας. Τὸ δὲ, Οἱ ἀπαγαγόντες, ἕτερος εἶπεν, Οἱ καταλαζονευόμενοι ἡμῶν, μονονουχὶ τοῦτο δηλῶν· Οἱ πρὸ τούτου ἐπεμβαίνοντες, καὶ κατεξανιστάμενοι, οὕτω τῷ χρόνῳ γεγόνασι πρᾶοι καὶ ἐπιεικεῖς καὶ ἥμεροι, ὡς καὶ τῶν ᾠδῶν ἐπιθυμεῖν ἀκούειν τῶν ἡμετέρων. Ἀλλ' ὅμως οὐκ ἐνέδωκαν οὗτοι. Εἶδες πῶς ἰσχυροὺς ἡ θλίψις ἐργάζεται; πῶς κατανενυγμένους ποιεῖ; πῶς συντρίβει τὴν διάνοιαν; Καὶ γὰρ ἔκλαιον, καὶ τὸν νόμον διετήρουν, καὶ οἱ τῶν προφητῶν δακρυόντων γελῶντες, καὶ κωμῳδοῦντες, καὶ χλευάζοντες, οὗτοι νῦν μηδενὸς ὑπομιμνήσκοντος αὐτοὺς πρὸς δάκρυα ἐτρέποντο, καὶ ἐθρήνουν. Ἐκ τούτου καὶ οἱ πολέμιοι τὰ μεγάλα ἐκέρδαινον. Καὶ γὰρ ἑώρων αὐτοὺς οὐ τῇ αἰχμαλωσίᾳ πιεζομένους, οὐδὲ τὴν δουλείαν θρηνοῦντας, οὐδὲ τὴν ἐν ἀλλοτρίᾳ διατριβὴν, ἀλλὰ τὸ τῆς οἰκείας ἐκπεσεῖν λατρείας. ∆ιὰ τοῦτο προστίθησιν· Ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών.