326
Καὶ γὰρ οὐχ ἁπλῶς θρηνοῦσιν, ἀλλ' ἔργον τοῦτο ποιοῦνται. ∆ιὰ τοῦτο καὶ ἀρχόμενος ἔλεγεν, Ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν, δηλονότι, διὰ τοῦτο συνηδρεύσαμεν, 55.406 ὥστε κινῆσαι θρήνους καὶ ὀλολυγάς. Τίνος δὲ ἕνεκεν οὐκ ἐφεῖτο ᾄδειν ἐπὶ τῆς ἀλλοτρίας; Ὅτι οὐκ ἔδει βέβηλα ὦτα ἀκούειν τῶν ἀποῤῥήτων ἐκείνων. Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας, Τουτέστιν, οὐκ ἐφεῖται ἡμῖν ᾄδειν. Εἰ γὰρ καὶ τῆς πατρίδος ἐξεπέσομεν, ἀλλὰ τὸν νόμον μένομεν διατηροῦντες, καὶ τὴν ἀκρίβειαν αὐτοῦ διαφυλάττοντες. Ὥστε κἂν τῶν σωμάτων κρατῆτε, τῆς γνώμης οὐ περιέσεσθε. Εἶδες φιλόσοφον ψυχὴν γινομένην ἀπὸ τῆς θλίψεως, καὶ ὑψηλοτέραν τῶν δεινῶν; Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου. Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου. Ὅρα κἀντεῦθεν πολλὴν τὴν μεταβολήν. Καὶ γὰρ οἱ καθ' ἑκάστην ἡμέραν ἀκούοντες, ὅτι τῆς πόλεως ἐκπεσοῦνται, καὶ οὐ φροντίζοντες, ἑαυτοῖς ἐπαρῶνται νῦν, εἰ ἐπιλάθωνται αὐτῆς. Τί δέ ἐστιν, Ἐπιλησθείη ἡ δεξιά μου; Ἡ ἰσχύς μου, φησὶν, ἡ δύναμίς μου ἐπιλάθοιτό μου, καὶ γενοίμην ἄφωνος ἀπὸ τοῦ μεγέθους τῶν κακῶν, Ἐὰν μή σου μνησθῶ· ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. Τί ἐστιν, Ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλήμ; Οὐχ ἁπλῶς σου μνημονεύσω, φησὶν, ἐν τοῖς ἄλλοις, ἀλλὰ καὶ ἐν τοῖς ὕμνοις, καὶ ἐν ταῖς ᾠδαῖς. Τὸ δὲ, Προανατάξωμαι, προανακρούσωμαί ἐστι· σφόδρα ποθούντων ῥῆμα φθεγγόμενοι, μᾶλλον δὲ ἐρώντων, καὶ ἐκκαιομένων περὶ αὐτήν. Ἀκούωμεν πάντες ταῦτα, καὶ παιδευώμεθα. Καθάπερ γὰρ οὗτοι ἐκπεσόντες, τότε ζητοῦσιν αὐτήν· οὕτω καὶ ἡμῶν πολλοὶ τοῦτο πείσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῆς ἄνω Ἱερουσαλὴμ ἐκπίπτοντες. Ἀλλ' οὗτοι μὲν ἐκπεσόντες ἐλπίδας ἔσχον ἐπανόδου, ἡμᾶς δὲ ἐκπεσόντας οὐκ ἔνι πάλιν ἐπανελθεῖν. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, φησὶ, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται. ∆ιὸ δὴ ἀκριβέστερον δεῖ τοῖς καθ' ἡμᾶς αὐτοὺς προσέχειν, καὶ τὸν παρόντα βίον οὕτως οἰκονομεῖν, ὥστε μὴ γενέσθαι αἰχμαλώτους μηδὲ ἀλλοτρίους, μηδὲ ξένους τῆς μητροπόλεως ἐκείνης. Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ· τῶν λεγόντων, Ἐκκενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς. Ἕτερος, Τοῖς υἱοῖς Ἐδώμ. Καὶ τοῦτο τὸ ῥῆμα ἐκκαιομένων περὶ τὴν πόλιν. Ὃ δὲ λέγουσι, τοῦτό ἐστιν· Ἀπαίτησον δίκην τοὺς οὐ βουληθέντας στῆναι μέχρι τῆς ἁλώσεως, μηδὲ κορεσθέντας τῇ κατασκαφῇ, ἀλλ' ἐφισταμένους καὶ λέγοντας· Κατασκάπτετε ἕως ἂν ᾖ θεμέλιος ἐν αὐτῇ. Ἐπεθύμουν γὰρ μηδὲ τὰ βάθρα αὐτὰ μεῖναι τῆς πόλεως, ἀλλὰ καὶ τοὺς θεμελίους αὐτῆς ἀνασπασθῆναι. βʹ. Οὗτοι δὲ ἦσαν Ἀράβιοι, οἱ συνεπιθέμενοι τοῖς Ἰουδαίοις τότε μετὰ τῶν Βαβυλωνίων, ὧν καὶ συνεχῶς μέμνηται ὁ προφήτης, καὶ σφόδρα αὐτῶν κατηγορεῖ, ὅτι καὶ δικαίας συγγενείας ἔχοντες πρὸς αὐτοὺς, τῶν πολεμίων ἐγένοντο πικρότεροι. Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος. Ἕτερος, Ἡ προνενομευμένη. Ἕτερος, Ἡ διαρπασθησομένη. Ἐνταῦθαδεικνὺς τοῦ Θεοῦ τὴν ἰσχὺν, οὐκ ἐν τῇ τῶν κακῶν 55.407 ἀπαλλαγῇ, ἀλλὰ καὶ ἐν τῇ τῶν πολεμησάντων ἐπι55.407 βουλῇ, προλέγει τὰ συμβησόμενα τῇ Βαβυλῶνι κακὰ ὁ προφήτης, καὶ ἀθλίαν αὐτὴν ἀπὸ τῶν καταληψομένων κακῶν καλεῖ, κἀν τούτῳ παιδεύων τοὺς Ἰουδαίους, καὶ δεικνὺς τοῦ Θεοῦ τὴν ἰσχὺν πανταχοῦ τῆς γῆς ἐκτεταμένην. Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν. Ἄλλος, Ὃ προεποίησας ἡμῖν. Μακάριος ὃς κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. Ταῦτα εἰ καὶ πολλοῦ γέμει θυμοῦ καὶ πολλῆς κολάσεως καὶ τιμωρίας, ὅμως τοῦ πάθους τῶν αἰχμαλωτισθέντων ἐστι τὰ ῥήματα, πολλὴν ἀπαιτούντων τὴν τιμωρίαν, καὶ ξένην τινὰ καὶ παράδοξον κόλασιν. Πολλὰ γὰρ οἱ προφῆται οὐκ οἴκοθεν φθέγγονται, ἀλλὰ τὰ ἑτέρων πάθη διηγούμενοι, καὶ εἰς μέσον φέροντες. Ἂν μὲν γὰρ τὴν αὐτοῦ γνώμην ζητῇς, ἀκούσῃ λέγοντος, Εἰ