328
ἀπέλαυσα τῆς κηδεμονίας. Οὐ γὰρ ἀπὸ τῶν οἰκείων κατορθωμάτων ἔλαβον τὸ ἀπολαβεῖν τὴν πατρίδα, καὶ τὸν ναὸν ἰδεῖν, ἀλλ' ἀπὸ τοῦ ἐλέους σου καὶ τῆς φιλανθρωπίας σου. Ἐπὶ τούτοις σε προσκυνήσω, ἐπὶ τούτοις ἐξομολογήσομαί σοι, ὅτι ἄξιον ὄντα κολάσεως καὶ τιμωρίας, καὶ διηνεκῶς ἐν ἀλλοτρίᾳ διατρίβειν ὄντα δίκαιον, ταχέως ἐπανήγαγες. Ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου. Ὃ λέγει, τοιοῦτόν ἐστιν· Οὐ διὰ τὰς εὐεργεσίας εὐχαριστήσω μόνον, ἀλλὰ καὶ δι' αὐτὴν τὴν δόξαν τὴν ἄφατον, καὶ τὴν μεγαλωσύνην τὴν ἄπειρον, καὶ τὴν φύσιν τὴν ἄῤῥητον. Ἐμεγάλυνας γὰρ, φησὶν, ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου· τουτέστι, διὰ τῶν εὐεργεσιῶν, διὰ τῶν στοιχείων, διὰ τῶν ἐν οὐρανοῖς, διὰ τῶν ἐν γῇ, διὰ τῶν κολάσεων, διὰ τῶν εἰς τοὺς πολεμίους, διὰ τῶν εἰς τοὺς οἰκείους. Οὐκ ἔστι γὰρ οὐδὲν μέρος τῆς κτίσεως τῆς ἄνω, τῆς κάτω, ὃ μὴ φωνὴν ἀφίησι σάλπιγγος λαμπροτέραν, ἀνακηρύττουσαν τοῦ ὀνόματός σου τὴν μεγαλωσύνην. Κἂν ἀγγέλους τοίνυν εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν δαίμονας καὶ τὰ ἀναίσθητα στοιχεῖα, κἂν λίθους, κἂν σπέρματα, κἂν ἥλιον, κἂν σελήνην, κἂν γῆν, κἂν πελάγη, κἂν νηκτὰ, κἂν πετεινὰ, κἂν λίμνας, κἂν πηγὰς, κἂν ποταμοὺς, διὰ πάντων μέγα τὸ ὄνομά σου δείκνυται. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου, εἶπεν· Ἐμεγάλυνας γὰρ ὑπὲρ πάντα τὰ ὀνόματά σου τὴν ῥῆσίν σου. Ἄλλος, Τὸ λόγιόν σου, Ἐν ᾗ ἂν ἡμέρα ἐπικαλέσομαί σε, ταχὺ ἐπάκουσόν μου. Ἄλλος, Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπεκαλεσάμην σε, ἐπηκουσάς μου. Τοῦτο γὰρ καὶ ὁ Θεὸς ἐπηγγείλατο, λέγων· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσῃ με, εἰσακούσομαί σου, καὶ ἐρῶ, Ἰδοὺ λαλοῦντός σου πάρειμι. Καὶ αὐτὸς δὲ τοῦτο αἰτεῖ. Τοιαῦται γὰρ αἱ ὀδυνώμεναι ψυχαί· ταχίστην βούλονται τὴν ἀπαλλαγὴν τῶν δεινῶν ἰδεῖν. Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου. Ἄλλος, Συν 55.409 έστης τῇ ψυχῇ μου δυνάμεις. Καὶ γὰρ τὸ πρότερον, ἀντὶ τοῦ, Εἰσάκουσόν μου, Ἐπήκουσάς μου, ἕτερος ἔφη. Τί οὖν ἐστι τὸ εἰρημένον; Μετέωρα λέγεται τὰ ὑψηλὰ, παρὰ τὸ αἴρεσθαι, καὶ μετεωρισμοὶ θαλάττης τὰ κύματα αὐτῆς καὶ τὰ ὑψώματα, παρὰ τὸ αἴρεσθαι. Τὸ τοίνυν, Πολυωρήσεις, ἐστὶν, Ἐπαρεῖς με, ὑψώσεις με. Τοῦτο καὶ ἀλλαχοῦ τέθεικε, λέγων· Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων· τουτέστιν, Ἐπῆρας, ὕψωσας. Οὕτω καὶ τὸ, Πολυωρήσεις με, εἶπεν, ἵνα δηλώσῃ, ὅτι Ἐμπλήσεις με εὐφροσύνης πολλῆς, καὶ μετέωρον ἐργάσῃ μου τὴν ψυχὴν, καὶ τὸ πάντων μεῖζον, οὐκ ἀφήσεις μου τὸν μετεωρισμὸν τοῦτον καὶ τὴν εὐφροσύνην ταύτην σαθρὰν γενέσθαι, ἀλλὰ δυνατὴν καὶ ἰσχυρὰν, βεβαίαν τε καὶ ἀκίνητον. Τοῦτο γάρ ἐστι τὸ, Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου. βʹ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· ∆υνάμει με πολυωρήσεις, ἰσχύϊ ὑψώσεις, καὶ βοηθήσεις μοι. ∆ιὸ καὶ ἕτερος ἑρμηνευτὴς τὸ αὐτὸ ἐμφαίνων, εἶπε, Συνέστης τῇ ψυχῇ μου δυνάμεις. Καλῶς δὲ εἶπε, Ψυχῇ μου, ὅπερ μάλιστα Θεοῦ ἴδιόν ἐστι, καὶ ἐν ταῖς θλίψεσιν ἀνακτᾶσθαι τὰς ψυχὰς, καθάπερ καὶ ἐπὶ τῶν ἀποστόλων συνέβαινε. Μαστιζόμενοι γὰρ ἐπανῄεσαν χαίροντες, οὕτως ἐπολυωρεῖτο αὐτῶν ἡ ψυχή. Τοῦτο μάλιστα τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον· τοῦτο μάλιστα δείκνυσι αὐτοῦ τὴν ἰσχὺν, τὸ ἐν μέσοις τοῖς δεινοῖς μὴ ἐᾷν καταφέρεσθαι τὴν ψυχήν. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου. Ὅρα εὐγνωμοσύνην. Οὐ γὰρ ἀρκεῖται τῷ μόνος εὐχαριστῆσαι, ἀλλὰ καὶ τοὺς κρατοῦντας ἅπαντας εἰς κοινωνίαν λαμβάνει τῆς εὐχαριστίας, καὶ αὐτοὺς τὰ διαδήματα ἔχοντας. Εἰ γὰρ καὶ μεγάλη αὐτῶν, φησὶν, ἡ ἐξουσία καὶ δύναμις, ἀλλά σοι πάντες ὀφείλουσιν εὐχαριστεῖν καὶ ὑπὲρ τῶν εἰς ἑτέρους γεγενημένων. ∆ιὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγεν, Ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου. Εἰ τοίνυν εὐχαριστοῖεν, τὰ μεγάλα