329
ἐντεῦθεν καρπώσονται καὶ κερδανοῦσι. Τοιαῦτα γάρ σου τὰ δῶρα πᾶσιν ἐν τῷ μέσῳ πρόκειται, ὥστε τοὺς βουλομένους, μετέχειν τε καὶ ἀπολαύειν αὐτῶν. Οὐδὲν οὖν αὐτοὺς ἡ βασιλεία ὀνῆσαι δύναται τοιοῦτον, οἷον τὸ τῶν σῶν ἀκούειν ῥημάτων. Τοῦτο αὐτοῖς ἀσφάλεια, τοῦτο ἰσχὺς, τοῦτο κόσμος, τοῦτο εὐπρέπεια, τοῦτο βασιλεία, τοῦτο τῆς ἀρχῆς ἡ φαιδρότης τε καὶ δύναμις. Καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου. Ἕτερος δὲ, Ἀδέτωσαν τὰς ὁδοὺς Κυρίου.Ἂν μὲν οὖν, Ἐν ταῖς ὁδοῖς σου, τουτέστι τὸ εἰρημένον, Ἐν τοῖς νόμοις σου, ἐν τοῖς προστάγμασί σου. Ἂν δὲ, Τὰς ὁδούς σου, Τὰ κατορθώματά σου ταῦτα, φησὶ, λεγέτωσαν, ὑμνείτωσαν, ἀνακηρυττέτωσαν· τοῦτο γάρ ἐστι τὸ, Ἀδέτωσαν. Ὅτι μεγάλη ἡ δόξα Κυρίου· τουτέστι, πᾶσι κατάδηλος, πᾶσι σαφὴς, πᾶσι δήλη, περὶ τὰς ἁπάντων εὐεργεσίας παρεσκευασμένη, πάντας ὑπευθύνους ἔχουσα χάριτος. Ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ. Ὑψηλὸς τὴν φύσιν, φησὶν, ὑψηλὸς τὴν οὐσίαν. Ἀλλ' ἐνταῦθα τέως συγκαταβατικώτερον εἴρηται πρὸς τὴν θεραπείαν τὴν Ἰου 55.410 δαϊκὴν, καὶ τροπικώτερον. Τὸ δὲ ἑξῆς καὶ τοῦτο διορθοῦται, καὶ εἰς μεγάλην διάνοιαν ἀνάγει καὶ τὸν ταπεινὸν ἀκροατήν. Τί δὲ τοῦτό ἐστι, Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει; Ἐνταῦθα γὰρ περὶ προγνώσεως ὁ λόγος, ὅπερ μάλιστα τῆς τοῦ Θεοῦ δυνάμεώς ἐστιν ἴδιον· διὸ καὶ ἐν τοῖς προφήταις πολλάκις διαλεγόμενος, ἐντεῦθεν ἀποτείνεται πρὸς τοὺς τῇ πλάνῃ τῶν εἰδώλων κατεχομένους. Ἄλλος, Καὶ ἐπηρμένον μακρόθεν διαγινώσκει, Ἄλλος, Καὶ μετέωρον. Ἐπειδὴ γὰρ εἶπεν, Ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, ἐπήγαγεν, ὅτι Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει, δηλῶν, ὅτι τὰ ὑψηλὰ οὐχ ἁπλῶς γινώσκει, ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ διαστήματος, τουτέστι, πρὶν ἢ ἐκβῆναι, πρὶν ἢ τελεσθῆναι, πρὶν ἢ εἰς ἔργον ἐλθεῖν. Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με. Οὐκ εἶπεν, ὅτι Τὴν θλίψιν ἀπελάσεις, ἀλλ', Ἐν αὐτοῖς μένοντα τοῖς δεινοῖς ζήσεις με· τουτέστι, διασῶσαι δυνήσῃ εἰς αὐτοὺς ἐμπεσόντα τοὺς κινδύνους· ὅπερ δὴ θαυμαστὸν καὶ παράδοξον, περιεστώτων τῶν λυπηρῶν καὶ τῶν ἐπιβουλευόντων, ἐν ἀσφαλείᾳ καταστῆσαι τὸν περιστοιχιζόμενον ὑπ' αὐτῶν. Καὶ ἐπ' ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖράς σου. Ἕτερος, Κατὰ τῆς ἀναπνοῆς τῶν ἐχθρῶν μου ἐκτενεῖς. Εἶδες ἐφ' ἑκάτερα τὰ μέρη μεγίστην οὖσαν τὴν δύναμιν; Ἐμέ τε γὰρ, φησὶν, ἐν μέσοις ὄντα τοῖς δεινοῖς διασῶσαι δυνήσῃ, ἐκείνους τε μαινομένους καὶ λυττῶντας καὶ πῦρ πνέοντας ταπεινῶσαι καὶ καταστεῖλαι. Καὶ ἔσωσέ με ἡ δεξιά σου. Ἄλλος, Καὶ σώσει με ἡ δεξιά σου, τουτέστιν, ἡ δύναμίς σου, ἡ ἰσχύς σου. Εὔπορος γὰρ ὁ Θεὸς, καὶ εὐμήχανος, καὶ ἐξ ἀπεγνωσμένων ἱκανὸς εἰς σωτηρίαν ἀναγαγεῖν. Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Ἕτερος, Συντελέσει. Ἄλλος, Ἐπιτελέσει, τουτέστιν ἀμυνεῖται τοὺς ἐχθρούς. Καὶ οὐκ εἶπεν, Ἀμυνεῖται, ἀλλ', Ἀνταποδώσει, δηλῶν, ὅτι Κἂν ὑπεύθυνος ὦ, αὐτὸς καταβαλεῖ καὶ καταθήσει· φιλάνθρωπος γάρ ἐστι. ∆υνατὸν δὲ τοῦτο καὶ εἰς τὰ παρὰ τοῦ Χριστοῦ γινόμενα εἰς ἡμᾶς λέγεσθαι. Αὐτὸς γὰρ ἀνταπέδωκεν ὑπὲρ ἡμῶν. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα. Τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. ∆ύο ταῦτα τίθησι δικαιώματα τοῦ τυχεῖν φιλανθρωπίας· ἓν μὲν, τὸ ἐλεήμονα αὐτὸν εἶναι, καὶ ἀγαθὸν, καὶ ἐλεήμονα διηνεκῶς, ὡς μηδέποτε αὐτοῦ διακόπτεσθαι καὶ λήγειν τὴν φιλανθρωπίαν, μηδὲ ἐνδιδόναι· ἕτερον δὲ, τὸ ∆ημιουργὸν αὐτὸν εἶναι καὶ Ποιητήν. Ἀλλ' ὥσπερ ἀπὸ τούτων ἀξιοῦμεν σώζεσθαι, οὕτω καὶ τοῦ ἐλέους ἄξιόν τι ἐπιδειξώμεθα. Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ. Οὐ γὰρ ἁπλῶς ὁ ἔλεος ἔπεισιν, ἀλλ' ἔχει τινὰ καὶ αὐτὸς διάκρισιν. Εἰ γὰρ δὴ ἁπλῶς ἐπῄει, οὐδεὶς ἂν ἐκολάσθη. ∆ιὸ μὴ μόνον διὰ τὸ ἐλεεῖσθαι ἄξια πράττωμεν, ἀλλὰ καὶ διὰ τὸ παρὰ τοῦ Θεοῦ γεγενῆσθαι. Τὸν γὰρ ὑπὸ τοῦ Θεοῦ δημιουργηθέντα, καὶ τοιοῦτον ἐσχηκότα ποιητήν τε καὶ βασιλέα, ἀξίαν τῆς κηδεμονίας αὐτοῦ καὶ τῆς τοιαύτης προνοίας πολιτείαν ἐπιδείκνυσθαι χρή. Ἂν ταῦτα ποιῶμεν, τῶν μελλόντων