330
ἐπιτευξόμεθα ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΛΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, τῷ νικοποιῷ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με. αʹ. Τί λέγεις; μετὰ τὸ δοκιμάσαι οἶδεν ὁ Θεὸς, πρὸ δὲ δοκιμάσαι οὐκ οἶδεν; Οὐχὶ, μὴ γένοιτο! Πῶς γὰρ, Ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν; ἀλλὰ τὸ, Ἐδοκίμασάς με, Ἀκριβῶς ἐπίστασαί με, ἐστίν. Ὥσπερ γὰρ ὁ Ἀπόστολος, ὅταν λέγῃ, ὅτι ἐρευνᾷ τὰς καρδίας, οὐκ ἄγνοιαν ἐμφαίνων, ἀλλὰ τὴν ἀκριβῆ εἴδησιν, λέγει· οὕτω δὴ καὶ οὗτος λέγων, Ἐδοκίμασάς με, τὴν γνῶσιν τὴν σαφεστάτην δηλοῖ, τουτέστιν, Ἀκριβῶς ἐπίστασαί με. Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου. Καθέδραν καὶ ἔγερσιν τὸν βίον ἅπαντά φησιν· ἐν γὰρ τούτοις ἡμῖν ὁ βίος· τὰς πράξεις, τὰς ἐνεργείας, τὰς εἰσόδους, τὰς ἐξόδους. Εἶτα ἐπειδὴ ἀρχόμενος ἔλεγεν, Ἐδοκίμασάς με, ἵνα μή τις τῶν ἀνοήτων νομίσῃ, ὅτι ἀπὸ δοκιμῆς οἶδεν, ἢ ἀπὸ πείρας πραγμάτων, διὰ τὸ εἰπεῖν, Ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου, ὅρα πῶς αὐτὸ διορθοῦται διὰ τῆς ἐπαγωγῆς, ἧς ἐπήγαγε λέγων, Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. ∆είκνυσι γὰρ διὰ τούτου, ὅτι οὐχὶ δοκιμασίᾳ οἶδεν, οὐδὲ δεῖται τοῦ δοκιμάσαι, ἀλλὰ προγνωστικῇ δυνάμει πάντα ἐπίσταται. Ὁ γὰρ λογισμοὺς εἰδὼς ἐν τῷ νῷ κειμένους, οὐ δεῖται τῆς διὰ τῶν ἔργων δοκιμασίας. Ἄλλως δὲ οὐδὲ κινουμένους μόνον ἐν τῷ νοῒ οἶδεν, ἀλλὰ καὶ πρὶν ἢ κινηθῆναι· καὶ οὐδὲ ἁπλῶς πρὶν ἢ κινηθῆναι, ἀλλὰ καὶ πρὸ πολλοῦ τοῦ χρόνου. ∆ιὸ ταῦτα δηλῶσαι βουλόμενος, ἐπήγαγε τὸ, Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. Εἰ τοίνυν οἶδεν ὁ Θεὸς καὶ τοὺς διαλογισμοὺς, τίνος ἕνεκεν ἐπάγει τὴν διὰ τῶν ἔργων δοκιμήν; Οὐχ ἵνα αὐτὸς μάθῃ, ἀλλ' ἵνα τοὺς ὑπομένοντας δοκίμους ἐργάσηται. Ἐπεὶ καὶ τὸν Ἰὼβ ᾔδει πρὸ τῆς πείρας· διὸ καὶ ἐμαρτύρει λέγων· Ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβής. Ἀλλ' ἐπήγαγε τὴν πεῖραν, ὥστε ἐκεῖνόν τε καρτερικώτερον ἐργάσασθαι, καὶ τοῦ διαβόλου τὴν πονηρίαν ἐλέγξαι, καὶ τοὺς ἄλλους σπουδαιοτέρους διὰ τοῦ παραδείγματος ποιῆσαι. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τοῦ Ἰὼβ τοῦτο πεποίηκεν, ὅπου γε καὶ ἐπὶ τῶν ἁμαρτωλῶν τὸ αὐτὸ ἐργάζεται; Τοὺς γὰρ Νινευΐτας ᾔδει σαφῶς οὐκ ἀξίους ὄντας ἀπολέσαι, ἀλλὰ διὰ τῆς μετανοίας βελτίους ἐσομένους· ἀλλ' ὅμως ἐπάγει καὶ τὴν διὰ τῶν πραγμάτων πεῖραν· καὶ πανταχοῦ πολλὰς ἀποδείξεις παρέχεται τῆς αὑτοῦ κηδεμονίας καὶ τῆς φιλανθρωπίας, οὐκ ἀρκούμενος τῇ αὑτοῦ γνώσει. ∆ιὰ τοῦτο καὶ ὁ Μονογενὴς ἔλεγεν· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε. Ἐπειδὴ γὰρ πολλοὶ παχύτεροι τὴν γνώμην ὄντες, καὶ ἀναίσθητοι, πολλὰ τοιαῦτα φθέγγονται, ὅτι τὸν δεῖνα ἐξελέξατο, καὶ τὸν δεῖνα ἐφίλησε, καὶ τὸν δεῖνα ἐμίσησε, διὰ τοῦτο ὁ μὲν πονηρὸς, ὁ δὲ φαῦλος ἐγένετο· ἀπὸ τῶν πραγμάτων πείθει, τὴν ἑκάστου τούτων διορθούμενος γνώμην, καὶ παράγων εἰς μέσον 55.412 τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν, καὶ ἀποφαίνεται μὲν, καὶ πρὸ τῶν πραγμάτων, ὅτι ἐνάρετος ὁ δεῖνα, ἵνα μάθωσιν αὐτοῦ τὴν προγνωστικὴν δύναμιν· ἐπάγει δὲ καὶ τὴν διὰ τῶν πραγμάτων πληροφορίαν, ἵνα μή τις τῶν ἀνοήτων εἴπῃ, ὅτι διὰ τὴν πρόῤῥησιν ὁ δεῖνα τοιοῦτος ἦν. Ὅρα γοῦν καὶ ὁ Παῦλος πῶς τοῦτο δηλοῖ, λέγων· Μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντος ἐῤῥέθη αὐτῇ, ὅτι