331
ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Οὐδὲν γὰρ δεῖται ἀναμεῖναι τῶν ἔργων τὸ τέλος, ἀλλὰ καὶ πρὸ τούτων οἶδεν αὐτὸς τὸν φαῦλον, καὶ τὸν οὐ τοιοῦτον ἐσόμενον. Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Ὥσπερ καθέδραν καὶ ἔγερσιν τὰς πράξεις λέγει ἀπὸ τῆς κοινῆς συνηθείας· καὶ γὰρ πολλάκις καὶ ἡμεῖς λέγομεν, Οἶδεν ὁ δεῖνα, πῶς κάθηται, πῶς ἐγείρεται, τὴν ἀκριβῆ αὐτοῦ γνῶσιν μαρτυροῦντες· οὕτω τρίβον καὶ σχοῖνον ἐνταῦθα τὴν ζωὴν αὐτοῦ πᾶσαν λέγει. ∆ιὸ καὶ ἐπάγει· Καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Καὶ τὸ Ἐξιχνίασας δὲ, οὐ ζητοῦντός ἐστιν, οὐδὲ ἐρευνῶντος, ἀλλ' ἀκριβῶς ἐπισταμένου. Καὶ τοῦτο δεικνὺς ἐπήγαγε, Προεῖδες· τουτέστι, Πρὶν ἢ γενέσθαι οἶδας πάσας τὰς πράξεις τὰς πονηρὰς καὶ τὰς ἀγαθάς. Ὅτι οὐκ ἔστι δόλος, ἐν γλώσσῃ μου. Ἄλλος, Ἑτερολογία. Τοῦτο μέγιστον τεκμήριον ἀρετῆς, τοῦτο κεφάλαιον τῶν ἀγαθῶν, τοῦτο ὃ μάλιστα ὁ Χριστὸς ἐπιζητεῖ λέγων· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· τὸ ἄκακον, τὸ ἄδολον, τὸ ἄπλαστον καὶ ἀφελὲς αἰνιττόμενος. ∆ιὸ καὶ ἰδιώτας ἐξελέξατο, καὶ ἔλεγεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, ὅτι ἀπέκρυψας αὐτὰ ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ὅρα· οὐκ εἶπεν, ὅτι Ἐδεξάμην, καὶ ἀπέβαλον τὸν δόλον· ἀλλ', ὅτι Οὐδὲ ἐγένετό ποτε, οὐδὲ ἐπέβη τῆς γλώττης τῆς ἐμῆς τουτὶ τὸ νόσημα, ἀλλ' ἄβατος ἡ πονηρία ἀπ' ἐμοῦ αὕτη γέγονεν. Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ ἀρχαῖα. Οὐ τοὺς λογισμοὺς μόνον οἶδας, φησὶν, οὐδὲ τὰς πράξεις μου, οὐδὲ τὰς ὁδούς μου, ἀλλὰ πάντα τὰ γενόμενα καὶ ἐσόμενα. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Ἀπὸ τῆς προγνωστικῆς δυνάμεως ἐπὶ τὴν δημιουργικὴν μετέβη, καὶ ἀπὸ τῆς δημιουργικῆς πάλιν ἐπὶ τὴν προγνωστικήν. Οὐ γὰρ δὴ μόνον οὐκ ὄντας ἐποίησεν, ἀλλὰ καὶ γενομένους διακρατεῖ. βʹ. Ταῦτα ἑκάτερα καὶ ὁ Παῦλος μαρτυρεῖ τῷ Χριστῷ, λέγων· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων. Εἶτα ἐπάγων λέγει καὶ τὴν δημιουργίαν· ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Καὶ περὶ τῆς οὐσίας αὐτοῦ διαλεχθεὶς, καὶ εἰπὼν, Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, δείκνυσι καὶ τὴν προνοητικὴν αὐτοῦ δύναμιν, λέγων· Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Καὶ Κολοσσαεῦσιν ἐπιστέλλων τὰ αὐτὰ ταῦτα πάλιν ἔλεγεν, Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν 55.413 ἔκτισται, αὐτός ἐστι πρὸ πάντων. Τοῦτο τῆς δημιουργίας αὐτοῦ. Εἶτα τὴν προνοητικὴν δηλῶν, ἐπάγει· Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Ταῦτα πάλιν ὁ Ἰωάννης ἀμφότερα ἐνδεικνύμενος, ἔλεγε· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Τοῦτο τὴν δημιουργίαν εἶπεν ἐμφαίνων. Εἶτα τὴν πρόνοιαν· Ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Τοῦτο καὶ ἐνταῦθα ὁ προφήτης αἰνιττόμενος λέγει· Σὺ ἔπλασάς με. Τοῦτο τῆς δημιουργίας. Εἶπε καὶ τὸ τῆς προνοίας· Καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Τί ἐστιν, Ἔθηκας; ∆ιακρατεῖς, συγκροτεῖς, διαβαστάζεις. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν, Ὅτι ἐν αὐτῷ, εἶπε, ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Οὐ γὰρ δὴ μόνον ἐν τῷ γενέσθαι, ἀλλὰ καὶ ἐν τῷ εἶναι καὶ μένειν δεόμεθα αὐτοῦ τῆς δυνάμεως. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ἄλλος, Ὑπερβάλλει με. Ἀντὶ δὲ τοῦ, Ἐκραταιώθη, ἕτερος, Ὑπερεπήρθη.Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι Καὶ προνοίας ἀπολαύω τῆς σῆς, καὶ εἰδὼς ὅτι πάντα πρόοιδας, καὶ ὅτι ἐξ οὐκ ὄντων με ἐποίησας, ὅμως τὴν περὶ σοῦ γνῶσιν ἀκριβῆ καὶ σαφῆ πᾶσαν ἔχειν οὐ δύναμαι, ἀλλ' Ἐθαυμαστώθη, τουτέστιν,