332
ὑπερέβαλεν, ἐπήρθη ὑπὲρ ἐμὲ, ἰσχυροτέρα ἐγένετο, ἢ ὥστε καταληφθῆναι τοῖς ἐμοῖς λογισμοῖς· οὕτως ἐστὶ θαυμαστὴ, οὕτως ἐστὶ μεγάλη. Τί οὖν εἰ θαυμαστὴ μέν ἐστι καὶ μεγάλη, δύναται δὲ καταληφθῆναι; Οὐδαμῶς. ∆ιὰ γὰρ τοῦτο ἐπήγαγεν, Οὐ δύναμαι πρὸς αὐτὴν, ἵνα μὴ τοῦτο λέγῃς. Ὅταν δὲ εἴπῃ γνῶσιν, οὐ τοῦτο λέγει, ὅτι Ἀγνοῶ τὸν Θεὸν, ἀλλ' ὅτι Παντελῆ καὶ σαφῆ τὴν περὶ αὐτοῦ γνῶσιν οὐκ οἶδα. Ὅπερ φησὶν ὁ Παῦλος· Ὅτι μὲν γὰρ ἔστιν, ἴσμεν· τὸ δὲ τί τὴν οὐσίαν ἐστὶν, ἀγνοοῦμεν· Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι. Καὶ οὐκ εἶπε τὸ τί τὴν οὐσίαν ἐστί· τοῦτο γὰρ οὐδενὶ γνώριμον. Ὅτι φιλάνθρωπος, οἴδαμεν, ὅτι χρηστὸς, ὅτι ἀγαθός· τὸ δὲ πόσον, ἀγνοοῦμεν. Ἀλλ' οὗτος ταῦτα πάντα παραδραμὼν, ἕτερον δοκοῦν εὐκολώτερον εἶναι προβάλλεται, καὶ αὐτό φησιν ἀγνοεῖν. Οὐ γὰρ δὴ λέγω τὸ τί τὴν οὐσίαν ἐστὶ, φησὶν, οὐδὲ τὸ πόσον ἀγαθός· ὡμολόγηται γὰρ, ὅτι ταῦτα ἀκατάληπτα· ἀλλὰ καὶ πῶς πανταχοῦ ἐστιν, εἰπεῖν οὐκ ἔχω, ἀλλὰ καὶ τοῦτο ἀνώτερον τῆς ἡμετέρας καταλήψεως. ∆ιὸ εἰπὼν, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐπήγαγε· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης. Ἄλλος, Καταμείνω. Καὶ γὰρ ἐκεῖ ἄλλος, Ἔτι ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Πνεῦμα καὶ πρόσωπον αὐτὸν τὸν Θεόν φησι. Τουτέστι, Ποῦ πορευθῶ ἀπὸ σοῦ; Πάντα πληροῖς, πᾶσι πάρει, οὐ κατὰ μέρος, ἀλλ' ὁμοῦ πᾶσιν ὅλος. Καὶ εἰπὼν τὰ ἄνω, τὰ κάτω, πλάτος, μῆκος, βάθος, ὕψος, πανταχοῦ αὐτὸν παρεῖναι δηλοῖ. Καὶ οὐκ εἶπεν, Ὅπου ἂν ἀπέλθω, ἀκολου 55.414 θήσεις μοι, καὶ καθέξεις με· ἀλλ', Ὅπου ἂν ἀπέλθω, ἐκεῖ εἶ· τουτέστιν, Ἐκεῖ σε εὑρίσκω προλαμβάνοντά με. ∆ιὰ τοῦτο λέγει, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ. Καὶ εἰ μὴ οἶδας αὐτὴν ἀκριβῶς, φησὶ, πῶς οἶδας ὅτι θαυμαστή; Ὅτι ὑπερβάλλει ἐμοῦ τὸν λογισμὸν, ὅτι νικᾷ μου τὴν διάνοιαν. Ἐπεὶ καὶ τὴν ἡλιακὴν ἀκτῖνα οὐ δυνάμεθα σαφῶς καταμαθεῖν, καὶ ὅμως δι' αὐτὸ τοῦτο μάλιστα θαυμάζομεν· οὕτω δὴ καὶ ἐπὶ τῆς τοῦ Θεοῦ γνώσεως· οὔτε καθόλου αὐτὴν ἀγνοοῦμεν· οἴδαμεν γὰρ ὅτι ἔστι, καὶ ὅτι φιλάνθρωπος, καὶ ὅτι ἀγαθὸς, καὶ ὅτι χρηστὸς, καὶ ἐπιεικὴς, καὶ ὅτι πανταχοῦ· τὸ δὲ τί τὴν οὐσίαν ἐστὶν, ἢ πόσον τὰ εἰρημένα, ἢ πῶς πανταχοῦ, τοῦτο ἀγνοοῦμεν. Εἰπὼν τοίνυν ἀφ' ὧν Ἐθαυμαστώθη ἡ γνῶσίς σου, καὶ ἀνακηρύξας αὐτοῦ τὸ προγνωστικὸν, τὸ δημιουργικὸν, τὸ προνοητικὸν, τὸ ἀκατάληπτον, τὸ ἀνερμήνευτον τῆς οὐσίας· πάλιν ἑτέραν αὐτοῦ διηγεῖται δύναμιν, καὶ αὐτὴν πολλῆς ἀπορίας γέμουσαν, εἰ λογισμοῖς ζητοῖτο. Καὶ γὰρ καὶ αὕτη ἀκατάληπτος. Τί οὖν ἐστιν αὕτη; Τὸ, Καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Τουτέστι, δυνατὸν ἐμπεσόντας ἀνθρώπους εἰς τὰ δεινὰ, μὴ ἀφεῖναι ἁλῶναι τοῖς δεινοῖς, ἐν αὐτοῖς ὄντας τοῖς δεινοῖς. γʹ. Τοῦτο οὖν ἑρμηνεύων, ἐπήγαγε· Καὶ εἶπα, Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου. Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται. Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Εἰπὼν ἄνω ταῦτα, ἅπερ ἀπηριθμησάμην, καὶ μετ' ἐκείνων οὐ μόνον, ὅτι πάρεστι πανταχοῦ, ἀλλ' ὅτι καὶ ποδηγεῖ καὶ ἀσφαλίζεται καὶ τειχίζει, ἐπάγει λοιπὸν καὶ ἐν τούτῳ δεικνὺς τὸ παράδοξον, οὐ μόνον ὅτι τειχίζει καὶ ἀσφαλίζεται, ἀλλ' ὅτι καὶ ὑπὲρ αὐτὴν τῶν πραγμάτων τὴν φύσιν. Εἰπὼν γὰρ, ὅτι Καθέξει με ἡ δεξιά σου, καὶ ὅτι Ὁδηγήσει με, ἐπήγαγεν· Καὶ εἶπα, Ἄρα σκότος καταπατήσει με. Ἄλλος, Ἐὰν εἴπω, Ἴσωςσκότος ἐπισκεπάσει με. Ἄλλος, Καλύψει με. Σκότος ἐνταῦθα τὴν θλίψιν σημαίνει. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Περιεστοιχίσθην ὑπὸ τῶν δεινῶν, καὶ εἶπον ἐν ἐμαυτῷ, ὅτι περιέσται μου τὰ δεινά. Τοῦτο γάρ ἐστι τὸ, Σκότος