333
καταπατήσει με. Ἕτερός φησι, Σκότος καλύψει με. Καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου. Ἕτερος, Νὺξ φωτεινὴ περὶ ἐμέ. Τί δὲ τοῦτό ἐστιν; Ἐγὼ, φησὶ, ταῦτα μὲν εἶπον, ἀπὸ τῆς τῶν πραγμάτων φύσεως ἀναλογιζόμενος· ἀθρόον δὲ τὰ δεινὰ εἰς ἀγαθὰ μετεβλήθη· μᾶλλον δὲ οὐ τὰ δεινὰ εἰς ἀγαθὰ μετεβλήθη, ἀλλὰ μενόντων τῶν δεινῶν ἐγὼ πολλῆς ἀπέλαυον τῆς χρηστότητος. Οὐ γὰρ εἶπεν, ὅτι Ἡ νὺξ ἠφανίσθη· ἀλλ', ὅτι Ἡ νὺξ φωτεινὴ ἦν· τουτέστι, μένουσα νὺξ ἡ νὺξ, δῆλον δὲ, ὅτι τὰ δεινὰ καὶ αἱ συμφοραὶ ταῦτα γὰρ τῷ τῆς νυκτὸς ὀνόματι δηλοῖ οὐκ ἴσχυσάν με καταπατῆσαι, ἀλλ' ἐγένετο ἐν τῇ νυκτὶ φῶς, τουτέστιν, ἀντίληψις περὶ ἐμέ. Τὰ γὰρ ἐναντία ἐν τοῖς ἐναντίοις καὶ γίνεται καὶ φαίνεται, ὅταν ὁ Θεὸς βούληται. Ἢ οὐκ 55.415 εἶδες καὶ κάμινον ἀναπτομένην, καὶ δρόσον διασυρίζουσαν, καὶ οὔτε ἐκείνην σβεννυμένην, οὔτε ταύτην ξηραινομένην, καὶ χάλαζαν καὶ φλόγα ὁμοῦ; Πόθεν οὖν τοῦτο γέγονεν; εἰπέ μοι. Πῶς δὲ ἐγένετο, βούλομαι μαθεῖν. Μᾶλλον δὲ οὐδὲ μαθεῖν βούλομαι τὸν τρόπον· οὐδὲ γὰρ δυνατόν· πιστεύω δὲ τῷ γεγενημένῳ, καὶ προσκυνῶ τὸν ποιήσαντα. Τὰ γὰρ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις. Οὐκ εἶδες, ὅτι ἡμέρας οὔσης ἐψηλάφουν οἱ Αἰγύπτιοι ὡς ἐν σκότει, καὶ σκότους πάντα κατέχοντος ἑώρων οἱ Ἰσραηλῖται, καὶ παρὰ τὴν ἀρχὴν πάλιν σκότους ὄντος τὸ φῶς ἔλαμψεν ἐν τῷ μέσῳ; Πανταχοῦ γὰρ τῆς τῶν πραγμάτων φύσεως Κύριος ὁ ποιήσας, οὐχ ὥστε παραγαγεῖν οὐκ ὄντα, ἀλλ' ὥστε μένοντα ἐν τῇ φύσει ἑτέρως παρασκευάζειν αὐτὰ δείκνυσθαι. Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ. Ἕτερος, Παρὰ σοί. Καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται. Ἕτερος, Ἀλλὰκαὶ νὺξ ὡς ἡμέρα φανεῖ. Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Ἕτερος, Ὅμοιον τὸ σκότος καὶ τὸ φῶς αὐτῆς. Καλῶς εἶπεν, Ἀπὸ σοῦ, τουτέστι, Παρὰ σοί· δηλῶν, ὅτι Ἂν βουληθῇς, τὸ σκότος οὐκ ἔσται σκότος, ἀλλὰ τὰ φωτὸς ἐπιδείξεται. ∆ιὸ ἐπήγαγε, Καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται, σαφέστερον τὸ πρότερον ποιῶν, καὶ δείκνυσιν ὅτι τὰ ἡμέρας ἐπιδείξεται ἡ νὺξ, ὡς τὰ ἴδια. Ὅταν γὰρ ὁ Θεὸς βουληθῇ, πρὸς τὰ ἐναντία μεθίσταται τῶν στοιχείων ἡ ἐνέργεια, οὕτως ἀκριβῶς πρὸς τὰ ἐναντία, ὡς πρὸς τὰ οἰκεῖα παρὰ τὴν ἀρχὴν συγκεκλήρωτο. Ἐὰν γὰρ σὺ βουληθῇς, τοιαύτη ἔσται ἡ νὺξ, καὶ οὕτως ἕξει τὸ φῶς συγκεκληρωμένον, ὥσπερ τὸ σκότος. ∆ιὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγεν· Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Ταῦτα εἴρηται μὲν κυρίως ἐπὶ τῶν στοιχείων, μεταφορικῶς δὲ ἐπὶ τῶν πραγμάτων. Ἀφ' ὧν δείκνυται, ὅτι δύναται ὁ Θεὸς ἐν ταῖς θλίψεσι τοσαύτην ἄνεσιν ποιῆσαι τοῖς ἐμπίπτουσιν, ὅσην ἂν τοῖς ἐν ἀνέσει οὖσι, προνοῶν τῆς θλίψεως. Τὸ γὰρ δὴ θαυμαστὸν καὶ παράδοξον τοῦτο, ὅπερ δὴ καὶ ἐπὶ τοῦ Ἰωσὴφ γέγονεν. Οὐ γὰρ τοσαύτης ἀπέλαυσεν ἐκεῖνος ἀνέσεως καὶ τιμῆς τὴν πατρῴαν οἰκίαν οἰκῶν, ὅσην πραθεὶς, καὶ ἐν βαρβαρικῇ τρεφόμενος οἰκίᾳ. Καὶ δι' αὐτῶν τῶν ἐπιβούλων αὐτῷ τὸ διάδημα ὑφαίνετο, καὶ ἡ ἁλουργὶς κατεσκευάζετο, καὶ ἡ τῆς ἀτιμίας ὑπόθεσις αὕτη τιμῆς αὐτῷ καὶ βασιλείας ἀφορμὴ γέγονεν. Εἶδες πῶς ἡρμηνεύσαμεν, ὅτι Νὺξ ὡς ἡμέρα φωτισθήσεται; Πρὸς δὲ τὸ, Ὡς τὸ σκότος αὐῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς, πάλιν ἀνάγκη τὸ αὐτὸ εἰπεῖν· ὥσπερ ἐκεῖνο, οὕτω καὶ τοῦτο αὐτῆς ἔσται, οὐ φαντασίᾳ, ἀλλὰ σοῦ τοῦ Κυρίου τῶν φύσεων τὰ πράγματα μετατιθέντος. Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε· ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. Καὶ ποία αὕτη ἀκολουθία πρὸς τὰ εἰρημένα; Πολλὴ μὲν οὖν καὶ σφόδρα συνημμένη. Ἐπειδὴ γὰρ εἶπε περὶ τῆς δυνάμεως αὐτοῦ τῆς τοσαύτης, δείκνυσι λοιπὸν, ὅτι τῇ δυνάμει ταύτῃ εἰς τὸ τοῖς ἀνθρώποις χρήσιμον κέχρηται καὶ πρὸς τὴν εὐεργεσίαν. Ἵνα γὰρ μή τις λέγῃ τῶν ἀνοήτων, Καὶ τί ταῦτα πρὸς ἐμὲ, εἰ μέγας, καὶ δυνατὸς, καὶ προγνωστικός; 55.416 δεῖξον εἴ τι κερδαίνομεν ἐντεῦθεν· ἐπήγαγε τὸ, Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, ἀπὸ μέρους τὸν πάντα λέγων ἄνθρωπον. Οὐ μικρὸν δὲ τοῦτο εἰς ἐγκωμίου μέρος καὶ προνοίας, τὸ κτῆμα εἶναι Θεοῦ. Ὁ γὰρ κτώμενος καὶ