334
κήδεται καὶ προνοεῖ. ∆ιὸ καὶ τοῦτο δηλῶν, προστίθησι τὸ ἑξῆς, λέγων· Ἀντελάβου μου ἐκ γαστρὸς τῆς μητρός μου. Τουτέστι, διὰ παντός με ἐτείχισας, προενόησας, ἠσφαλίσω ἐκ πρώτης τῆς ἡλικίας, ἐξ αὐτῶν τῶν σπαργάνων, καὶ ταῦτα διὰ τῶν ἔργων αὐτῶν ἐπαίδευσας ἅπερ εἶπον. Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Τί ἐστι τοῦτο; Ἔπλασάς με, φησὶν, ἀλλ' οὐκ οἶδα πῶς ἔπλασας· προνοεῖς, ἀλλ' οὐ δύναμαι πᾶσαν ὁμοῦ περιλαβεῖν τὴν πρόνοιαν τοῖς λογισμοῖς. Πανταχοῦ ὑπάρχεις, ἀλλ' οὐδὲ τοῦτο ἐπίσταμαι. Τὰ μέλλοντα πρόοιδας, καὶ τὰ προγεγενημένα, καὶ τὰ ἀπόῤῥητα τῆς διανοίας τῶν ἀνθρώπων· ἀλλ' οὐδὲ τοῦτο τοῖς λογισμοῖς καταλαβεῖν δύναμαι. Μεταβάλλεις γὰρ τῶν πραγμάτων τὰς φύσεις, καὶ μενούσας τὰ ἐναντία ἐπιδείκνυσθαι παρασκευάζεις, καὶ τὰ ἐναντία οὕτω πάλιν ἐξάγεις, ὡς οἰκεῖα καὶ κατὰ φύσιν συγκεκληρωμένα. δʹ. Ταῦτα δὴ πάντα πάλιν συναγαγὼν, καὶ γενόμενος ἔνθους, ἀνέκραξε μέγα, λέγων· Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης, τουτέστι, θαυμαστὸς ἐφάνης, καὶ θαυμαστὸς εἶ. Θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Καὶ τί λέγω, φησὶ, περὶ σοῦ, ὅπου γε καὶ τὰ ὑπὸ σοῦ γινόμενα πολὺ τὸ θαῦμα ἔχει; Εἶτα ἀφεὶς ἅπαντα ἐπεξελθεῖν, ἀρκεῖται τῇ οἰκείᾳ γνώσει, λέγων· Καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Οὐχ ἁπλῶς γινώσκει, ἀλλὰ μετὰ ἐπιτάσεως, φησὶ, μετὰ σφοδρότητος. Καὶ εἰ γινώσκει, πῶς ἔλεγεν ἔμπροσθεν, ὅτι Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν; Μάλιστα μὲν οὖν ἐκεῖνο περὶ αὐτοῦ εἴρηται, τοῦτο δὲ περὶ τῶν ἔργων. Εἰ δὲ καὶ περὶ αὐτοῦ τοῦτο, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι γινώσκει, ὅτι θαυμαστὸς, ὅτι μέγας, ὅτι ὑψηλός· τὸ δὲ τί τὴν οὐσίαν πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ, καὶ πῶς ἡ μεγαλωσύνη, καὶ τίς ὁ τρόπος τῶν εἰρημένων, ἀγνοεῖ· ἀλλ' ἡ ἄγνοια αὕτη γνώσεώς ἐστιν ἀπόδειξις, εἰ καὶ θαυμαστὸν τὸ εἰρημένον. Ἐπεὶ καὶ τὴν θάλατταν πηλίκη τίς ἐστιν ἀγνοοῦμεν, καὶ ὅμως δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἴσμεν θάλασσαν, ὅτι ἀγνοοῦμεν αὐτῆς τὸ μέτρον. Εἰ δέ τις λέγει εἰδέναι αὐτῆς τὴν ποσότητα, οὗτος μάλιστά ἐστιν ὁ ἀγνοῶν αὐτήν. Ὥστε ἔστιν ἀπαγγελία γνώσεως ἄγνοιαν ἐλέγχουσα, καὶ ἔστιν ἄγνοια γνῶσιν ἡμῖν μαρτυροῦσα. Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ· καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς. Πάλιν περὶ τῆς γνώσεως αὐτοῦ διαλέγεται, καὶ ταῦτα πάντα εἰδέναι δείκνυσιν αὐτόν. Ἢ οὖν πάντα αὐτοῦ τὰ ἀπόῤῥητα λέγει, ἢ ἕτερόν τι αἰνίττεται, τὴν δημιουργίαν, καὶ τὴν διάπλασιν· καὶ οὐδὲ πλαττομένου τι ἠγνόησας, ἀλλὰ πάντα ἠπίστασο κατὰ μικρὸν τῆς φύσεως ὑφαινούσης, καίτοι ἐν ἀποῤῥήτῳ αὐτῆς ἐργαζομένης, καὶ ὡς ἐν κατωτάτοις τῆς γῆς· ἀλλ' ὅμως σοὶ, φησὶ, πάντα γυμνὰ καὶ τετραχηλισμένα. Ἕτερος δὲ ἑρμηνευτὴς 55.417 οὕτως εἶπεν· Οὐκ ἐπεκαλύφθη τὰ ὀστᾶ μου ἀπὸ σοῦ, οἷς ἐποιήθην ἐν ἀποκρύφῳ. Ἕτερος, Οὐκ ἔλαθέ σε ἡ κραταίωσίς μου, ἣν ἐποιήθην ἐν τῷ κρυπτῷ· ἐποικίλθην ὡς ἐν τοῖς κατωτάτοις τῆς γῆς. Ἄλλος, Οὐκ ἔλαθέ σε ἡ δύναμίς μου, ἢ τὰ ὀστᾶ μου ἀπὸ σοῦ, ὅτι καὶ ἐποιήθην ἐν κρυφῇ, ἐξεικονίσθην ἐν τοῖς κατωτάτοις τῆς γῆς. Πάντες μὲν οὖν τὰ αὐτὰ λέγουσιν, ὅτι ἀκριβῶς καὶ πλαττόμενόν με ἐπίστασαι κατὰ μέρος, καὶ μέχρι τῶν μελῶν ἕκαστον οἶδας, καὶ τῆς αὐξήσεως. Ὥσπερ καὶ ὁ Χριστὸς λέγει· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσίν. Ὁμοῦ δὲ καὶ περὶ προνοίας καὶ γνώσεως ἐμφαίνων ὁ λόγος ἐστί. Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου. Ἢ τὸ αὐτὸ πάλιν φησὶν, ὅτι Καὶ ἀμόρφωτόν με ᾔδεις· καὶ γὰρ ἕτερος οὕτως εἶπεν, Ἀμόρφωτόν με εἶδον οἱ ὀφθαλμοί σου· ἢ ἐπὶ τῶν πράξεων αὐτῶν, ὅτι καὶ τὸ μηδέπω πραχθὲν εἶδον οἱ ὀφθαλμοί σου. Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. Ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς. Ἀσαφὲς τὸ εἰρημένον, ἀλλὰ δεῖ ἐκ τῆς