335
ἀκολουθίας καὶ τοῦ ἑτέρου ἑρμηνέως αὐτὸ θηρεῦσαι. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι, συμφωνοῦν τῷ προτέρῳ. Τί δὲ ἦν τὸ πρότερον; Ἀμόρφωτόν με εἶδον οἱ ὀφθαλμοί σου· τουτέστι, μηδέπω λαβόντα τύπον, ἔτι πλαττόμενον, ἔτι ὑφαινόμενον, καὶ οὕτω με εἶδον σαφῶς, ὡς ἐκεῖνον τὸν μεμορφωμένον, ὡς ἐκεῖνον τὸν τετυπωμένον, ὡς ἐκεῖνον τὸν πεπληρωμένον, καὶ οὐδεμιᾶς ἡμέρας ἔτι δεόμενον πρὸς τὴν ἀπάρτισιν. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστι, ἄκουσον τῆς ἑρμηνείας τοῦ ἑτέρου· Ἀμόρφωτόν με προεῖδον οἱ ὀφθαλμοί σου, σὺν τοῖς ἐν τῇ βίβλῳ σου πᾶσι γεγραμμένοις, ἡμέρας πλασσομένοις, οὐκ ἐνδεούσης οὐδεμιᾶς. Σὺν ἐκείνοις με εἶδες, φησὶν, ὁμοίως ἐκείνοις με εἶδες, τοῖς πλασσομένοις ἐν ταῖς ἡμέραις αὐτῶν, ἡμέραις, αἷς οὐκ ἐνέδει οὐδεμία ἡμέρα. Ταῦτα δὲ λέγει, οὐχ ὡς βιβλίου ὄντος ἄνω, οὐδὲ ὡς ἐγγραφομένων τινῶν, ἀλλὰ τὴν ἀκριβῆ γνῶσιν διὰ τοῦ βιβλίου σημαίνων, ὥσπερ ὅταν φησίν· Ἤκουσε Κύριος, καὶ ἔγραψεν ἐν βίβλῳ. Καὶ πάλιν, Βίβλοι ἀνεῴχθησαν. Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός. Ἄλλος, Τίμιοι ἐγένοντο οἱ ἑταῖροί σου. Οὐ μικρὰ καὶ τοῦτο ἀρετὴ, τὸ τοὺς τοῦ Θεοῦ φίλους διὰ πολλῆς ἄγειν τιμῆς. Προενόησάς μου, φησὶν, οὐκ ὄντα παρήγαγες, διακρατεῖς, καὶ ἐγὼ ταύτην δίδωμι τὴν ἀμοιβὴν τοὺς φίλους σου τιμῶν. Λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν. Τουτέστιν, αὐτοὶ ἐκραταιώθησαν. Ἄλλος φησί· Τί παμπληθεῖς αἱ κεφαλαὶ αὐτῶν; Ὅπερ καὶ σαφέστερον· ἐπάγει γάρ· Ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. Ἐγὼ μὲν αὐτοὺς τιμῶ, σὺ δὲ πολλοὺς ποιεῖς, καὶ ψάμμου πλείους· οὐ μόνον δὲ πολλοὺς, ἀλλὰ καὶ ἰσχυρούς. Τὸ γὰρ, Ἐκραταιώθησαν, τοῦτό ἐστι. Καὶ διπλῆν λέγει τὴν εὐημερίαν, τήν τε εἰς πλῆθος, τήν τε εἰς ἰσχύος ἐπίδοσιν. Ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ. Ἄλλος, Ἐξυπνώσω, καὶ εἰς ἀεὶ ἔσομαι παρὰ σοί. εʹ. Οὐ μικρὸν τοῦτο ἀρετῆς σημεῖον, τὸ ἐν εὐημερίᾳ μένειν τὴν ἀρετὴν διατηροῦντα. Πολλοὶ γοῦν ἀπολαύσαντες εὐπραγίας, ἐπελάθοντο. Ἀλλ' οὐκ ἐγὼ, 55.418 φησὶν, ἀλλὰ καὶ ἀναστὰς, τουτέστιν, ἀπαλλαγεὶς τῶν δεινῶν, ἀεὶ μετὰ σοῦ ἔσομαι. Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεός. Οὐ τοῦτό φησιν, ὅτι Ἐὰν ἀποκτείνῃς, τότε ἔσομαι· ἀλλ' ἐκεῖνο μὲν καὶ χωρὶς τούτου ἐπήγγελται· αἰτεῖ δὲ τοῦτο γενέσθαι, οὐχ ἵνα ἀφανίσῃ τὴν οὐσίαν τὴν τῶν ἀνθρώπων, ἀλλ' ἵνα μεταβάλῃ αὐτοὺς ἐκ τῆς ἁμαρτίας ἐπὶ δικαιοσύνην. Οὐ γὰρ εἶπεν, ἐὰν ἀποκτείνῃς ἀνθρώπους, ἀλλὰ, Ἁμαρτωλούς. Ἕτερος δὲ ἀντὶ τοῦ Ἁμαρτωλοὺς, Παραβάτην εἶπε, περὶ τῶν πολεμίων λέγων τῶν εἴδωλα προσκυνούντων. Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ. Αἱμάτων ἄνδρας τοὺς φονικούς φησι, τοὺς σφαγαῖς χαίροντας. Οὐ μικρὰ δὲ καὶ αὕτη πρὸς ἐπίδοσιν ἀρετῆς ἡ ὁδὸς, τὸ φεύγειν καὶ ἀποπηδᾷν τὰς τῶν τοιούτων συνουσίας. Εἶτα καὶ ἡ αἰτία· Ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς. Ἄλλος, Οἵτινες ἀντελάλησάν σοι διαλογισμόν. Ἄλλος, Ὅτι παρεπίκρανάν σε ἐν κακοβουλίᾳ. Ὅρα μὴ τὰ ἑαυτοῦ ζητοῦντα, ἀλλὰ διὰ τὴν εἰς τὸν Θεὸν ὕβριν ἀποπηδῶντα, καὶ φεύγοντα τὴν πρὸς ἐκείνους συνουσίαν. Καὶ γὰρ καὶ τοῦτο τῆς ἀπωλείας τοῖς Ἰουδαίοις αἴτιον γέγονε, τὸ τοῖς πονηροῖς ἀναμίγνυσθαι. ∆ιὰ τοῦτο καὶ νόμον ἐλάμβανον, καὶ νόμῳ διετειχίζοντο ἀπ' αὐτῶν, καὶ τὰς πρὸς αὐτοὺς ἐπιγαμίας φεύγειν ἐκελεύοντο, καὶ ἀπὸ τῆς Αἰγύπτου τότε ἐξελθόντες, ἐπὶ τῆς ἐρήμου τεσσαράκοντα ἔτη καθ' ἑαυτοὺς ἐπλάττοντο. ∆ιὰ τοῦτο καὶ φραγμὸς ὁ νόμος ἐλέγετο, ἅτε πανταχόθεν αὐτοῖς περικείμενος, καὶ τὰς πρὸς τοὺς πονηροὺς ἀναστέλλων συνουσίας· εὐεξαπάτητον γὰρ αὐτῶν τὸ ἦθος, εὐάλωτον καὶ εὐπερίτρεπτον. Λήψονται εἰς ματαιότητας τὰς πόλεις σου. Ἕτερος, Ἐπήρθησαν ματαίως ἀντίζηλοί σου. Ἄλλος, Οἱ ἐχθροί σου. ∆ιὰ τοῦτο φεύγει καὶ ἀποπηδᾷ, ὅτι ἐπήρθησαν κατὰ τῆς τοῦ Θεοῦ δόξης, ὅτι παρηνόμουν, ὅτι βλάσφημα ἐφθέγγοντο ῥήματα. Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε,