336
ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι. Οὕτω καὶ ὁ Θεὸς ἐπηγγείλατο, ἐχθραίνειν τοῖς ἐχθροῖς, καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις αὐτοῖς. Ταῦτα γὰρ μάλιστα φιλίας τεκμήρια. Καὶ αὐτὸς τοίνυν ἀμείβεται τὸν Θεὸν δι' ἑκατέρων. Ἀνωτέρω μὲν γὰρ ἔφη, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός· ἐνταῦθα δὲ, Τοὺς μισοῦντάς σε ἐμίσησα· κἀκεῖ μεθ' ὑπερβολῆς, καὶ ἐνταῦθα μεθ' ὑπερβολῆς. Οὐ γὰρ, Ἐμίσησα, φησὶ μόνον, ἀλλὰ καὶ, Ἐξετηκόμην. ∆οκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου. Ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου, καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ. Καίτοι γε ἀρχόμενος ἔλεγεν· Ἐδοκίμασάς με, καὶ ἔγνως με. Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου. Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας. Καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Πῶς οὖν ἐνταῦθα πάλιν, ὡς μήπω δοκιμασθεὶς, ∆οκίμασόν με, λέγει; Ὁρᾷς ὅτι ἀνθρωπίναις κέχρηται λέξεσιν, οὐχ ἵνα τῇ εὐτελείᾳ παραμένωμεν, ἀλλ' ἵνα διὰ πάντων συναγαγόντες τὴν θεοπρεπῆ ἔννοιαν εἰς ὑψηλὰ ἀναβῶμεν νοήματα. ∆οκιμασθῆναι γὰρ καὶ ἐτασθῆναι αἰτεῖ, οὐχ ἵνα γνῷ τὴν καρδίαν αὐτοῦ ὁ πρὸ τούτου εἰδὼς πάντα, καὶ πρὸ γενέσεως, ἀλλ' ἵνα γνῶμεν ἡμεῖς οἱ ἀπὸ τῆς ἐκβάσεως τῶν πραγμάτων 55.419 μανθάνοντες. Τὸ γὰρ, ∆οκίμασόν με, ἐνταῦθα τοῦτό ἐστι. Καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὀδῷ αἰωνίᾳ. Ποία δέ ἐστιν αἰωνία ὁδὸς, ἀλλ' ἢ ἡ πνευματικὴ, καὶ πρὸς οὐρανὸν ἀνάγουσα, καὶ ἧς τὸ τέλος οὐκ ἔνι; Ὡς τά γε ἄλλα πάντα ἐπίκηρα γέγονε, καὶ τῷ παρόντι συγκαταλύεται βίῳ. ∆ιὸ δὴ πάντα παραδραμὼν ἐκείνην ζητεῖ, τὴν ἀθάνατον, τὴν ἀπέραντον, τὴν εἰς τέλος οὐκ ἀπαντῶσαν. Πῶς δ' ἄν τις ὁδηγηθείη πρὸς ἐκείνην; Τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύων, καὶ τὰ παρ' ἑαυτοῦ συνεισφέρων, ἀρετὴν μετιὼν, φιλοσοφίας ἐπειλημμένος, ὑψηλότερος τῶν βιωτικῶν γινόμενος. Τὰ γὰρ ἐκ τῆς ὁδοῦ ἐκείνης οὐκ ἔστιν ἐφήμερα, οὐδὲ πρόσκαιρα. Τοιοῦτον γὰρ ἡ ἀρετή· διηνεκεῖς ἔχει τοὺς καρποὺς ἀνθοῦντας, καὶ μηδέποτε μαραινομένους, καὶ τὰ ἀγαθὰ ἀθάνατα, καὶ ἀκήρατα, καὶ ἀτελεύτητα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΛΘʹ ΨΑΛΜΟΝ. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.
αʹ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες· ∆ιὰ τί θηρία; διὰ τί σκορπίοι; διὰ τί ἔχεις; Ἰδοὺ γὰρ εὕρηται ζῶον πλείονα κακίαν ἐπιδεικνύμενον, οὐ παρὰ τὴν φύσιν, ἀλλὰ παρὰ τὴν γνώμην, ὁ ἄνθρωπος. ∆ιά τοι τοῦτο καὶ ὁ προφήτης παρεὶς πάντα ἐκεῖνα, ἀπὸ τούτου ἀξιοῖ ῥυσθῆναι. Τί οὖν, εἰπέ μοι; ἐπεὶ τοιοῦτος, οὐκ ἐχρῆν ἀνθρώπους γενέσθαι; Ἀλλ' ἐσχάτης ἀνοίας τοῦτο λέγειν· οὐδὲν γάρ ἐστι τὸ βλάπτον ἄνθρωπον, ἀλλ' ἢ ἡ ἁμαρτία μόνη· καὶ ταύτης ἀνῃρημένης, ἅπαντα ῥᾴδια, καὶ εὔκολα, καὶ γαληνά· ὥσπερ οὖν, ταύτης παρούσης, πάντα σκόπελοι, καὶ χειμῶνες, καὶ ναυάγια. Μηδεὶς δὲ ἡμῶν καταγινωσκέτω, εἰ θηρίου πονηρότερον ἄνθρωπον εἶναι τὸν ἐν κακίᾳ εἰρήκαμεν· τὸ μὲν γὰρ, εἰ καὶ μὴ ἐν τῇ φύσει τὸ πρᾶον ἔχει, ἀλλ' ἀπατηθῆναι δύναται ῥᾳδίως, καὶ ὅπερ ἐστὶ φαίνεται· ὁ δὲ ἄνθρωπος μελετῶν τὴν πονηρίαν, καὶ πολλὰ τὰ προσωπεῖα περικείμενος, δυσφυλακτότερόν ἐστι θηρίου, δορὰν προβάτου πολλάκις προβαλλόμενος, καὶ ἔνδον τὸν λύκον ἀποκρύπτων. ∆ιὸ καὶ ἀφυλάκτως πολλοὶ τοῖς τοιούτοις περιπίπτουσιν. Ἐπεὶ οὖν δυσφώρατα τὰ τοιαῦτα θηρία, ἐπ' εὐχὴν ὁ προφήτης τρέπεται, καὶ τὴν παρὰ τοῦ