337
Θεοῦ καλεῖ ῥοπὴν, ὥστε τῆς τοιαύτης ἀπαλλαγῆναι ἐπιβουλῆς. Τοῖς γὰρ τοιούτοις πολλάκις καὶ ὁ διάβολος ὑποδύεται, καὶ οὕτω βάλλει. Πολλὰ τοίνυν πανταχόθεν τὰ ἐπιβουλεύοντα. Καὶ γὰρ ἄνθρωπος πονηρὸς τοῦτο ποιεῖ, καὶ δαίμων ἄγριος πολεμεῖ, καὶ πειρασμὸς ἀφόρητος ἐνοχλεῖ. ∆ιὸ καὶ διδασκόμεθα εὐχόμενοι λέγειν· Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ποικίλαι αἱ μάχαι, καὶ πολυσχιδεῖς αἱ παρατάξεις, καὶ δεῖ πρὸς ἅπαντα παρεσκευάσθαι. Καθάπερ γὰρ 55.420 ὁ μέλλων εἰς πέλαγος ἀφιέναι, καὶ ὑδάτων ἀτάκτων ῥύμην, καὶ πνευμάτων ἀγρίων ἐμβολὴν, καὶ νεφῶν συνδρομὴν, καὶ ὑφάλους πέτρας καὶ σπιλάδας, καὶ θηρίων ἐπανάστασιν, καὶ πειρατῶν παράταξιν, καὶ λιμὸν, καὶ δίψος, καὶ θάλατταν, καὶ ὅρμον ἀλίμενον, καὶ ναυτῶν φιλονεικίαν, καὶ ἐφοδίων σπάνιν, καὶ πάντα τὰ τοιαῦτα προορᾷν ὀφείλει, καὶ πρὸς ἅπαντα παρατάττεσθαι· οὕτω δὴ καὶ εἰς τὸν εὔριπον τοῦ παρόντος ἐλθὼν βίου, καὶ πρὸς πάθη σώματος, καὶ πρὸς νοσήματα ψυχῆς, καὶ πρὸς ἀνθρώπων ἐπιβουλὰς, καὶ πρὸς ἐχθρῶν ἐπαναστάσεις, καὶ πρὸς φίλων ὑπούλων δόλους, καὶ πρὸς πενίαν, καὶ πρὸς βασάνους, καὶ πρὸς ἐπήρειαν, καὶ πρὸς δαιμόνων φάλαγγας, καὶ πρὸς διαβόλου μανίαν παρεσκευάσθαι ἂν εἴη δίκαιος, εἴ γε μέλλοι πρὸς τὴν βασιλίδα ἀπαντᾷν πόλιν, καὶ πεπληρωμένος τῶν φορτίων εἰς τὸν λιμένα καταίρειν. Ἐνταῦθα μὲν οὖν πονηρὸν ἄνθρωπον καλεῖ· ὅταν δὲ περὶ τοῦ διαβόλου διαλέγηται, ἁπλῶς πονηρόν. Τί δή ποτε; Ὅτι αὐτὸς πατὴρ τῆς πονηρίας ἐγένετο· διὰ τοῦτο καὶ κατ' ἐξοχὴν λέγεται πονηρὸς, καὶ ἀντὶ τοῦ κυρίου τὸ ἐπίθετον ἤρκεσεν ὄνομα διὰ τὴν ὑπερβολὴν τῆς κακίας, οὐκ ἔμφυτον οὖσαν, ἀλλὰ προσγενομένην αὐτῷ. Εἰ δὲ βούλει καὶ αὐτῆς τῆς πονηρίας τὸ ὄνομα μαθεῖν πόθεν εἴρηται, καὶ ἐντεῦθεν μεγάλα καρπώσῃ. Πονηρία γὰρ εἴρηται, ἐκ τοῦ πόνον ἐπάγειν καὶ μόχθον αὐτῷ τῷ κεκτημένῳ. ∆ιὸ καί τις σοφὸς τοῦτο παραδηλῶν λέγει· Ἐὰν κακὸς γένῃ, μόνος ἀντλήσεις τὰ κακά· ἐὰν δὲ ἀγαθὸς, σαυτῷ καὶ τοῖς πλησίον. Καὶ πῶς, φησὶ, μόνος ἀντλεῖ τὰ κακὰ ὁ πονηρός, καίτοι γε πολλοὺς ἐπηρεάζει, Ἀλλ' οὐδένα τῶν μὴ χαύνων καὶ ῥᾳθύμων; Καὶ εἰ βούλει, τὸν πονηρὸν ἄνθρωπον ἀφέντες, αὐτὸν τὸν πονηρὸν δαίμονα εἰς μέσον ἀγάγωμεν. Εἰπὲ δή μοι, οὐχὶ πᾶσαν αὑτοῦ ἐξέχεε τὴν κακίαν; μή τι τὸν Ἰὼβ ἔβλαψεν; οὐχὶ ἐκεῖνον μὲν καὶ λαμπρότερον ἐποίησεν, ἑαυτῷ δὲ χαλεπώτερον τὸ πτῶμα εἰργάσατο; Τί δὲ Κάϊν; οὐχὶ μόνος ἤντλησε τὰ κακά; Οὐχὶ, φησὶν, ἀλλὰ καὶ ὁ Ἄβελ. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ταχέως εἰς τὸν ἀκύμαντον παρεπέμφθη λιμένα. Ἀλλὰ τοῦτο μέγιστον εὐεργεσίας εἶδος ἦν, ὅτι μετὰ κατορθώματος κατέλυσεν, ὅτι τὸ κοινὸν τῆς φύσεως χρέος ἐπραγματεύσατο. Καὶ γὰρ ὃ τοῖς ἄλλοις ἦν κοινὸν καὶ κατὰ ἀνάγκην παραγινόμενον, τοῦτο μετ' ἐμπορίας τούτῳ παρεγένετο. Ταῦτα οὐχὶ κακὸν ἦν ὑπομεῖναι, ἀλλὰ στέφανον ἀναδήσασθαι λαμπρότερον. Τί δὲ τὸν Ἰωσὴφ ἔβλαψαν οἱ ἀδελφοί; οὐκ αὐτοὶ μόνοι τὰ κακὰ ἤντλησαν; Ἀλλὰ δοῦλος ἐγένετο, φησί. Καὶ τί τοῦτο; Ἐγὼ δὲ λέγω, ὅτι καὶ δεσμώτης· ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούμενον, εἰ δοῦλος γέγονε καὶ δεσμώτης, ἀλλ' εἰ βλάβην τινὰ ἐντεῦθεν ὑπέμεινε. Τοὐναντίον γὰρ εὑρίσκομεν, ὅτι καὶ ἐκέρδανε τὰ μέγιστα, πλείονα παρὰ τῷ Θεῷ παῤῥησίαν κτησάμενος, καὶ δι' αὐτῶν τῶν δοκούντων ἐναντίων εἶναι τὴν παροῦσαν εὐημερίαν λαβών. Μὴ δὴ φοβώμεθα πονηροὺς, ἀλλ' ἐλεῶμεν. Τότε μὲν γὰρ εἰκότως ἦσαν φοβεροὶ, ἅτε οὐδέπω τῆς ὑψηλῆς ὁδοῦ τετμημένης τῆς ἐπὶ φιλοσοφίαν ἀγούσης· 55.421 νυνὶ δὲ οὐκέτι, τῶν οὐρανῶν ἡμῖν λοιπὸν ἠνεῳγμένων, καὶ τῶν ἀνθρώπων ἀγγέλων γενομένων. Ἐπεὶ καὶ θηρίον μετὰ πολλῆς ἐμπῖπτον τῆς ῥύμης τῇ τοῦ δόρατος αἰχμῇ, δοκεῖ μὲν τὸν κατέχοντα τὸ δόρυ ἀμύνεσθαι, ἑαυτὸν δὲ περιπείρει χαλεπωτέρᾳ πληγῇ· καὶ ὁ πρὸς κέντρα λακτίζων, ὁμοίως τοὺς πόδας αἱμάττει.