338
βʹ. Τοιοῦτόν ἐστιν ἡ ἀρετὴ, κέντρα καὶ ξίφος ἠκονημένα· οἱ δὲ πονηροὶ πάντες τῶν θηρίων χείρους καὶ ἀλογώτεροι. Ὅταν τοίνυν ἐπίωσι τοῖς ἀγαθοῖς, ἑαυτοὺς χαλεπώτερον περιπείρουσι, τοὺς μὲν εἰς χρήματα πολλάκις ἢ σώματα ζημιοῦντες, αὐτοὶ δὲ εἰς ψυχὴν παραβλαπτόμενοι τὴν ὄντως ζημίαν. Εἰ γὰρ ἔβλαπτεν ἡμᾶς εἰς τὴν οἰκείαν ἀρετὴν ἡ τῶν χρημάτων ζημία, οὐκ ἂν ἐκέλευσεν ὁ Παῦλος ἀδικεῖσθαι, καὶ μὴ ἀδικεῖν. Εἰ κακὸν τὸ ἀδικεῖσθαι ἦν, οὐκ ἂν ὁ τῶν ἀγαθῶν νομοθέτης κακὰ ἐπέταξε. Πλὴν ἀλλὰ καὶ οὕτω τῶν πραγμάτων ἐχόντων, οὐ δεῖ τοῖς πονηροῖς ἐπιπηδᾷν, οὐδὲ ὁμόσε χωρεῖν, ἀλλὰ φεύγειν καὶ ἐκκλίνειν αὐτῶν τὰς συνουσίας· ἐπιόντας δὲ μετὰ ἀνδρείας δέχεσθαι. ∆ιὰ γὰρ τοῦτο κελευόμεθα εὔχεσθαι, μὴ εἰσελθεῖν εἰς πειρασμόν. ∆ιὸ καὶ οὗτος εἰπὼν, Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἐπάγει τὸ, Ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με· πάλιν γενικὸν ὄνομα τῆς κακίας τιθείς. Οὐ γὰρ ἁπλῶς τὸν περὶ τὰ χρήματα ἄδικον, ἀλλὰ τὸν περὶ πάντα ἐνταῦθα λέγει. Ἀξιοῖ δὲ ῥυσθῆναι, ὥστε μήτε περιπεσεῖν, μήτε κατ' ἐκεῖνον γενέσθαι. Καὶ οὐχ ἁπλῶς αἰτεῖ, ἀλλὰ τὰ παρ' ἑαυτοῦ συνεισενεγκών. ∆ιά τοι τοῦτο ἐν τῷ τέλει τοῦ προτέρου ψαλμοῦ φυγὼν αὐτοὺς καὶ τὴν πρὸς αὐτοὺς συνουσίαν, ἐνταῦθα τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν αἰτεῖ. Ἐκεῖ μὲν γὰρ τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε λέγων, Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ, ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς· ἐνταῦθα δὲ τὸν Θεὸν παρακαλεῖ ῥυσθῆναι ἀπὸ τῆς πονηρίας αὐτῶν. Οὐ γὰρ τὸ τυχὸν εἰς ἀσφαλείας λόγον, καὶ ἀδείας, καὶ ἐλευθερίας, καὶ ἡδονῆς ἁπάσης, τὸ τῶν τοιούτων ῥύεσθαι συλλόγων, καὶ ὡς ποῤῥωτάτω κατασκηνοῦν τῆς τῶν πονηρῶν συνουσίας, ἀλλ' ἡ μεγίστη τοῦτο εὐημερία. Εἶτα ὑπογράφων αὐτῶν τὴν πονηρίαν, ἐπάγει καὶ λέγει· Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ· ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους. Εἶδες πῶς δυσφύλακτα τὰ θηρία, κατὰ διάνοιαν τυρεύοντες τὰ κακὰ, καὶ κατακρύπτοντες ἐν τοῖς ἀποῤῥήτοις τὰς ἐπιβουλάς. Ἐλογίσαντο γὰρ, φησὶν, ἐν τῇ καρδίᾳ· τουτέστιν, οὐκ ἔξω προήνεγκαν τέως, ἀλλ' ἔστρεφον ἔνδον ὠδίνοντες τὴν πονηρίαν, καὶ τὸ δὴ χαλεπώτερον, οὐχὶ συναρπασθέντες, οὐδὲ περιτραπέντες, ἀλλὰ μελέτῃ τὸ πρᾶγμα ποιούμενοι. Τοῦτο γάρ ἐστι τὸ, Ἐλογίζοντο, μετὰ σπουδῆς, μετὰ προθυμίας ἁπάσης. Ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους. Τὸν βίον ἅπαντα διὰ τούτου δηλοῖ. Πολέμους δὲ ἐνταῦθα οὐ τούτους τοὺς ἐπὶ τῶν παρατάξεων καὶ διὰ τῶν ὅπλων, ἀλλὰ τοὺς διὰ τῶν ἐπιβουλῶν αἰνίττεται, οὓς καὶ ἐν ἀγοραῖς καὶ ἐν οἰκίαις πολεμοῦσιν ἄνθρωποι, οὐ θώρακα ἐνδυόμενοι, οὐδὲ ἀσπίδα προ 55.422 βαλλόμενοι, ἀλλ' ἀντὶ παντὸς ὅπλου τῇ πονηρίᾳ κεχρημένοι, καὶ ῥήματα βελῶν πικρότερα ἀκονῶντες. Τὸ μέγιστον δὲ αὐτῶν τῆς κακίας, οὐχ ὅτι δολεροὶ μόνον, οὐδ' ὅτι ὕπουλοι, οὐδ' ὅτι πρὸς πολέμους ἕτοιμοι καὶ μάχας, ἀλλ' ὅτι καὶ διὰ παντὸς τοῦ βίου, καὶ οὐδέποτε ἀνακωχὴν ἔσχον τῆς χαλεπῆς ταύτης παρατάξεως. Καίτοι γε εἴ γε ἐβούλοντο πολεμεῖν, ἑτέραν εἶχον δικαίαν ὑπόθεσιν. Κατὰ γὰρ τῶν ἁμαρτημάτων ἵστασθαι ἔδει, καὶ πρὸς τὸν διάβολον παρατάττεσθαι, καὶ πρὸς τὰ νοσήματα τῆς ψυχῆς μάχεσθαι, καὶ κατὰ τῶν δαιμόνων ἀκονᾷν τὰ ξίφη. Οἱ δὲ ἐκείνῃ μὲν οὐδὲ προκύπτουσι τῇ παρατάξει, κατὰ δὲ ἀλλήλων βάλλουσι τὰ βέλη. Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν ἀεί. Εἶδες τῆς κακίας τὴν δυσγένειαν; Ἐξ ἀνθρώπων θηρία ποιεῖ, ἀσπίδας καὶ ὄφεις, καὶ τὴν γλῶτταν τὴν λογικὴν πρὸς ἐκείνην καταφέρει τὴν θηριωδίαν. Ὅπερ δὲ ἀνωτέρω ᾐτιάσατο, τοῦτο πάλιν καὶ ἐνταῦθα κατηγορεῖ. Ποῖον δὴ τοῦτο; Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, φησὶν, ἀεὶ, τουτέστι, διηνεκῶς. Ὥσπερ γὰρ ἀνωτέρω εἶπεν, Ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους· οὕτω καὶ ἐνταῦθα, Ἠκόνησαν γλῶτταν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν ἀεί. Τὸ γὰρ ∆ιάψαλμα τοῦτο δηλοῖ πανταχοῦ. Καὶ Ἑβραϊστὶ Σὲλ εἴρηται τὸ διάψαλμα, ὅπερ ἐστὶν, ἀεί. Καίτοι γε καὶ ἐν βραχεῖ καιρῷ φορτικὸν ἡ κακία, ὅταν δὲ