339
καὶ διηνεκῶς αὐτὴν μετίωσι, καὶ μηδὲ κόρον λαμβάνωσι, ποίαν ἂν σχοῖεν συγγνώμην; ποίαν ἀπολογίαν; Φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ· ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με. Οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου. Ἔκρυψαν οἱ ὑπερήφανοι παγίδα μοι· καὶ σχοινίοις διέτειναν παγίδα τοῖς ποσί μου· ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι. Οὐδὲν ἀδικώτερον τῶν κακίαν μετιόντων, οἳ πρὸ τῶν ἄλλων τὰς ἑαυτῶν ἀδικοῦσι ψυχάς. Ὅταν γὰρ αὐτοὶ σκανδάλου γίνωνται αἴτιοι, ὅταν τοῦ Θεοῦ τὴν δόξαν παρὰ τῶν ἀνοήτων λοιδορεῖσθαι παρασκευάζωσι, ὅταν τὰ ὀφειλόμενα οὐ κατατιθῶσιν, ἀλλὰ καὶ ψυχὴν καὶ σῶμα λαβόντες παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ἀγνωμονῶσι περὶ τὰς ἀμοιβὰς, καὶ κόσμου τοσούτου καὶ τηλικούτου ἀπολαύοντες ἀγαθοῦ, τοῖς ἐναντίοις ἀμείβωνται τὸν εὐεργέτην, τί τούτων γένοιτ' ἂν ἀδικώτερον; τί δὲ ἀγνωμονέστερον; καὶ τὸ δὴ μεῖζον καὶ πλέον εἰς κακίας ὑπερβολὴν, ὅτι καὶ ἑτέροις ἐπηρεάζειν ἐπιχειροῦσι. ∆ιελογίσαντο γὰρ, φησὶ, τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου. Εἰ δὲ μὴ εἰς ἔργον ἐξῆλθεν ὁ λογισμὸς, τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας γέγονεν ἔργον. Αὐτὸς γὰρ διέκοψε τὰ πονηρὰ αὐτῶν βουλεύματα. γʹ. Καὶ ὅρα πῶς ἦν μεμελετημένη ἡ πονηρία, καὶ μετὰ σπουδῆς ἡ ἐπιβουλή. Καὶ γὰρ ἔκρυψαν, καὶ διέτειναν, καὶ ἐχόμενα τρίβου, ὥστε καὶ τῷ μήκει, καὶ τῷ λανθάνειν, καὶ τῷ πλησίον τείνειν, ἑλεῖν καὶ χειρώσασθαι. ∆ημιουργοὶ γὰρ ἐγένοντο τῆς κακίας, πανταχόθεν ἐκτείνοντες τὰς πάγας, ἓν ἔργον τιθέμενοι, τὸ καθελεῖν. Βούλει μαθεῖν πῶς καὶ ὁ διάβολος τοιαῦτα τίθησι σχοινία; Ὅρα πάλιν ἐπὶ τοῦ Ἰὼβ τὸ πρᾶγμα συμβαῖνον. Τί γὰρ πλατύτερον ἐκείνων; τί δὲ μακρότερον; τί δὲ ἐγγύτερον, ὅπου γε οὐκ ἐν συγ 55.423 γενέσι μόνον, οὐδὲ φίλοις, οὐδὲ ἐν γυναικὶ, ἀλλ' ἐν αὐτῷ τῷ σώματι τὴν παγίδα ἔθηκεν; Εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ· ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου. Ἄλλος, Κράτος τῆς σωτηρίας μου. Εἰπὼν τὸν πόλεμον καὶ τὰς ἐπιβουλὰς, καὶ δείξας ἀφόρητα τὰ δεινὰ, καταφεύγει λοιπὸν ἐπὶ τὴν ἀχείρωτον συμμαχίαν, ἀπὸ τοῦ οὐρανοῦ καλῶν τὸν βοηθὸν ταῦτα λῦσαι δυνάμενον. Τοῦτο ψυχῆς γενναίας δεῖγμα, τοῦτο φιλοσόφου διανοίας, ἡνίκα ἂν ταῦτα πανταχόθεν περίκεινται, μὴ καταφεύγειν εἰς ἀνθρωπίνην συμμαχίαν, μηδὲ εἰς λογισμοὺς θνητοὺς, ἀλλὰ πρὸς τὸν οὐρανὸν ὁρᾷν, καὶ πανταχοῦ παρόντα καλεῖν τὸν Θεὸν, μηδὲ τῆς ἀθυμίας γίνεσθαι, καὶ τοῦ θορύβου, καὶ τῆς ταραχῆς. Καὶ ὅρα πῶς ἀξίως ἑαυτοῦ τὸν λόγον κατασκευάζει. Οὐ γὰρ εἶπε, Τὸ καὶ τὸ κατώρθωσα, καὶ τήνδε τὴν δικαιοσύνην εἰργασάμην· ἀλλὰ τί; Θεός μου εἶ σὺ, μέγιστον δικαίωμα συμμαχίας προβαλλόμενος τὸ πρὸς ∆εσπότην καταφεύγειν, καὶ ∆ημιουργὸν, καὶ Βασιλέα. Ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου, Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου. ∆ύναμις τῆς σωτηρίας εἶπε, δεικνὺς ὅτι ἔστι καὶ δύναμις κολάσεως καὶ τιμωρίας. Ἀλλ' ἐμοὶ τὴν δύναμιν τῆς σωτηρίας, φησὶ, παρέσχες. ∆ύνασαι μὲν γὰρ καὶ κακῶς ποιεῖν καὶ ἀναιρεῖν· ἀλλ' ἀεὶ πρὸς σωτηρίαν τὴν ἐμὴν ἐχρήσω τῇ δυνάμει σου. Καὶ ὅρα τὸν πόθον τοῦ λέγοντος. Τῷ γὰρ διπλασιασμῷ καὶ τῷ προσθεῖναι, Τῆς σωτηρίας μου, πολλὴν δείκνυσι τὴν διάθεσιν. Ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. Εἶδες τὴν εὐχάριστον ψυχήν; Τῶν προτέρων ἀναμιμνήσκει ἑαυτὸν, ὅτι ἐν ἀσφαλείᾳ κατέστησεν αὐτόν. Τοῦτο γάρ ἐστι τὸ, Ἐπεσκίασας. Καὶ ὅρα τὸ εὔκολον τοῦ Θεοῦ πῶς δείκνυσιν. Οὐ γὰρ εἶπε, Πρὸ τούτου, ἀλλ', Ἐν αὐτῇ τῇ ἡμέρᾳ, φησὶν, ὅτε τὰ δεινὰ ᾔρετο, ὅτε ἡ παράταξις ἦν, ὅτε περὶ τῶν ἐσχάτων ἐκινδύνευον, τότε με ἐν ἀσφαλείᾳ κατέστησας. Οὐ γὰρ παρασκευῆς ἢ παρακλήσεως δεῖται ὁ Θεὸς πάντα εἰδὼς, τά τε παρόντα, τά τε μέλλοντα, τά τε γεγονότα, καὶ πάντα δυνάμενος, καὶ ἀεὶ παρεστὼς ἕτοιμος εἰς βοήθειαν. Εἶτα δηλῶν τὴν