340
ὑπερβολὴν τῆς νίκης καὶ τῆς ἀσφαλείας, οὐκ εἶπεν, Ἔσωσάς με ἀλλὰ τί; Ἐπεσκίασας· τουτέστιν, οὐδὲ τὸ τυχὸν λυπηρὸν ὑπομεῖναι ἐποίησας, οὐδὲ ὅσον ἀπὸ καύματος· ἀλλ' ἐν τοσαύτῃ κατέστησας ἀσφαλείᾳ, καὶ μετὰ τῆς ἀσφαλείας ἐν ἡδονῇ καὶ ἀνέσει, ὡς μηδὲ τυχεῖν θέρμης τινὸς λυπούσης, ἀλλὰ σκιᾷ ἐντρυφᾷν, τουτέστι, τῇ τῶν δεινῶν ἀπαλλαγῇ καὶ ἐλευθερίᾳ. ∆ιὰ τοῦτο ἐπήγαγε τὸ, Ἐπεσκίασας, τοῦτό τε αὐτὸ δηλῶν, καὶ τὸ εὔκολον τῆς βοηθείας τοῦ Θεοῦ δεικνὺς, διὰ τοῦ τῆς σκιᾶς ὀνόματος, ὡσανεὶ ἔλεγεν, Ἀρκεῖ παρεῖναί σε μόνον, καὶ πάντα λέλυται. Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ. Ἄλλος, Μὴ δῷς, Κύριε, τὰς ἐπιθυμίας τοῦ παρανόμου. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ δῷς ἀπὸ τῆς ἐπιθυμίας τῆς κατ' ἐμοῦ, τουτέστιν, ἃ ἐπιθυμεῖ κατ' ἐμοῦ, ταῦτα μὴ ἀφῇς αὐτὸν πληρῶσαι. Καὶ οὐκ εἶπεν, Ἃ ἐπιθυμεῖ, ἀλλ', Ἀπὸ τῆς ἐπιθυμίας μου, 55.424 τοιοῦτόν τι βουλόμενος δηλῶσαι· Μηδὲ μικρόν τι δῷς ὧν ἐπιθυμεῖ. Τοιοῦτοι γὰρ οἱ πονηροί· μετὰ πολλῆς τῆς ἐπιθυμίας τὴν κατὰ τῶν πλησίον ἐργάζονται ἐπιβουλὴν, καθάπερ καὶ ὁ διάβολος, περὶ οὗ φησιν, ὅτι Περιέρχεται ὡς λέων ὠρυόμενος, ζητῶν τίνα καταπίῃ. Οὕτω μετ' ἐπιθυμίας προσέβαλε τῷ Ἰώβ· οὕτως ἐβουλεύετο τῷ Πέτρῳ προσβαλεῖν· διὸ καὶ ἔλεγε· Ποσάκις ἐξῃτήσατό σε ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον; Εἶδες πόσην εἶχεν ἐπιθυμίαν; Εἰσὶ καὶ ἄνθρωποι ἐκείνου ζηλοῦντες κακίαν ὑπὸ βασκανίας καὶ φθόνου, καὶ τοῦ χαίρειν ἐπὶ κακοῖς. Οὓς καὶ ταλανίζει ἡ Γραφὴ λέγουσα, Οὐαὶ οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, οἱ χαίροντες ἐπὶ διαστροφῇ κακῶν· καὶ μάλα εἰκότως· διεφθαρμένης γὰρ τοῦτο διανοίας. Εἰ γὰρ καὶ ἀλγεῖν δεῖ, καὶ στένειν, καὶ θρηνεῖν ἐπὶ τοῖς ἀπολλυμένοις, τίνα ἂν σχοῖεν συγγνώμην, ποίαν δὲ ἀπολογίαν, οἱ μὴ μόνον οὐ συναλγοῦντες, ἀλλὰ καὶ χαίροντες; Οὐκ εἶδες, ὅτι καὶ αὐτὸς ὁ κολάζειν μέλλων Χριστὸς δακρύει τὴν Ἱερουσαλὴμ ἀπολλυμένην; οὐχ ὁρᾷς καὶ Παῦλον στένοντα καὶ θρηνοῦντα ταῖς ἑτέρων ἀπωλείαις καὶ πενθοῦντα; Ἀλλ' εἰσί τινες οὕτω διεφθαρμένοι, ὡς τῶν ἰδίων κακῶν παραμυθίαν ἡγεῖσθαι τὰς ἀλλοτρίας συμφοράς. ∆ιελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν ἀεί. Τὸ γὰρ ∆ιάψαλμα τοῦτό ἐστιν. Ἄλλος, Μὴ ἀποβαίης, μήποτε ὑψωθῶσι. Τοῦτο τῆς μιαρᾶς καὶ ἐφθαρμένης γνώμης, ὅταν καὶ βουλῆς καὶ σχολῆς καὶ μελέτης δέωνται πρὸς τὴν κακίαν. Οὐ γὰρ ἀρκεῖ τὰ ἀπὸ συναρπαγῆς γινόμενα· οὐ γὰρ ἱκανὰ τὰ κατὰ προπέτειαν ἡμᾶς ἀπολέσαι, ἀλλὰ καὶ βουλῆς σοι καὶ χρόνου καὶ σκέψεως δεῖ πρὸς τὴν κακίαν. δʹ. Ποίαν οὖν ἕξεις ἀπολογίαν, μελέτην ποιούμενος τὴν πονηρίαν, καὶ βουλὴν τιθέμενος ὑπὲρ τῆς τῶν κακῶν ἐργασίας, καὶ κοινωνοὺς λαμβάνων; Ἀλλ' ὅρα τὴν τούτου ταπεινοφροσύνην. Οὐ γὰρ εἶπε· Μὴ ἐγκαταλίπῃς με, ὅτι ἄξιός εἰμι, μὴ ἐγκαταλίπῃς με διὰ τὴν τοῦ βίου ἀρετήν. Ἀλλὰ τί; Μήποτε ὑψωθῶσιν, ὥστε μὴ ἀλαζονικωτέρους γενέσθαι, καὶ εἰς πλείονα ἀπόνοιαν ἀρθῆναι διὰ τῆς ἐμῆς ἐγκαταλείψεως. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. Ἄλλος, Ὁ πικρασμὸς τῶν κυκλούντων με, ὁ μόχθος τῶν χειλέων αὐτῶν πωμασάτω αὐτούς. Κύκλωμα ἐνταῦθα τὸν σύλλογον λέγει, τὸ συνέδριον, τὸ πονηρὸν ἐργαστήριον, τὰ διεφθαρμένα βουλεύματα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Αὐτὰ τὰ πονηρὰ βουλεύματα, καὶ τὸ κεφάλαιον τῆς πονηρίας καὶ διεφθαρμένης γνώμης, αὐτὸ αὐτοὺς καταδύσειε καὶ ἀπολέσειε. Κόπος τῶν χειλέων αὐτῶν. Κόπον ἐνταῦθα τὴν πονηρίαν καλεῖ. Καὶ γὰρ τοιοῦτον ἡ πονηρία· αὐτῷ τῷ κεκτημένῳ γίνεται ὄλεθρος, καὶ ὑποβρύχιον αὐτὸν ἐργάζεται. Τοῦτο γέγονεν ἐπὶ τοῦ ∆αυΐδ. Μυρίοις γὰρ αὐτὸν προσεδόκησαν περιβαλεῖν κινδύνοις· ὁ δὲ λαμπρότερος ἦν. Ναὶ, φησὶν, ἀλλ' οὐ τοῦτο ζητῶ· ἀλλὰ πῶς τῇ οἰκείᾳ 55.425 αὐτῶν βουλήσει βουλευσάμενοι περιεπάρησαν καὶ