342
ἀνεκδίκητα. Πτωχοὺς δὲ ἐνταῦθα οὐχ ἁπλῶς τοὺς πένητας καλεῖ, ἀλλὰ τοὺς σφόδρα ταπεινοὺς, τοὺς συντετριμμένους. Ταῦτα δὲ λέγει, καὶ τοὺς ἀδικουμένους παραμυθούμενος, καὶ τοὺς ἀδικοῦντας σωφρονίζων, ἵνα μήτε ἐκεῖνοι τῇ μελλήσει ἀπογνῶσι, μήτε οὗτοι διὰ τὴν ἀναβολὴν ῥᾳθυμότεροι γένωνται. Ἡ γὰρ ἀναβολὴ εἰς μετάνοιαν ἄγει· τὸν δὲ ἐπιμένοντα χαλεπώτερον κολάζει· καὶ μάλα δικαίως. ∆ιὰ τί; Ὅτι τοσαύτης ἀπολαύσαντες ἀγαθότητος, οὐκ ἐγένοντο βελτίους. Ἐννόησον γὰρ ὅση τοῦ Θεοῦ φιλανθρωπία, ὅταν τοὺς ἀνακειμένους αὐτῷ ἀνέχηται πάσχειν κακῶς, καὶ μὴ ἐπεξίῃ, τῇ μετανοίᾳ σε βελτίω ποιῆσαι βουλόμενος. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου. Τί ἐστιν ὃ λέγει; Ὅπερ ἂν γένηται, φησὶν, ἐκεῖνοι εὐχαριστήσουσι· κἂν τοὺς ταπεινοὺς ἴδωσιν ἐπηρεαζομένους, καὶ τοὺς πονηροὺς ἐπαιρομένους, οὐκ ἀπαιτήσουσιν εὐθύνας τῶν γινομένων. Τοῦτο γὰρ δικαίων μάλιστα, τὸ διαπαντὸς καὶ ἐν ἅπασιν εὐχαριστεῖν. Καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου· τουτέστι, Τῆς βοηθείας ἀπολαύσαντες τῆς παρὰ σοῦ, τὴν ἔννοιαν ἔχοντες τὴν περὶ σοῦ, ἀεὶ μετὰ σοῦ ὄντες, οὐδέποτε ἀποστήσονται· ὅπερ ἂν γένηται, οὐδέποτε δυσχερανοῦσιν, οὐδέποτε μέμψονται τοῖς γινομένοις. Τοῦτο γὰρ ψυχῆς ἀπεριτρέπτου, τοῦτο γνώμης ἀκλινοῦς, μὴ ἀπαιτεῖν τὸν ∆εσπότην εὐθύνας. ∆ιὸ καὶ Παῦλος ἔλεγε· Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ, Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Ταύτην τοίνυν καὶ ἡμεῖς διαπαντὸς τηρῶμεν τὴν εὐγνωμοσύνην, ὑπὲρ πάντων εὐχαριστοῦντες τῷ Θεῷ· ὅτι αὐτῷ ἡ δόξα, καὶ ἡ εὐχαριστία, καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΜʹ ΨΑΛΜΟΝ. Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς
μου.
αʹ. Τούτου τοῦ ψαλμοῦ τὰ μὲν ῥήματα ἅπαντες, ὡς εἰπεῖν, ἴσασι, καὶ διὰ πάσης ἡλικίας διατελοῦσι ψάλλοντες· τὴν δὲ διάνοιαν τῶν εἰρημένων ἀγνοοῦσιν. 55.427 Ὅπερ οὐ μικρὸν εἰς κατηγορίας λόγον, τὸ καθ' ἑκάστην ἡμέραν ψάλλοντας, καὶ διὰ στόματος τὰ ῥήματα προφέροντας, μὴ ζητῆσαι τῶν νοημάτων τὴν δύναμιν τῶν ἐναποκειμένων τοῖς ῥήμασιν. Ἀλλ' ὕδωρ μέν τις διαυγὲς καὶ καθαρὸν ὁρῶν, οὐκ ἂν ἀνάσχοιτο μὴ προσελθεῖν, καὶ ἅψασθαι, καὶ πιεῖν· καὶ εἰς λειμῶνά τις συνεχῶς εἰσιὼν, οὐκ ἂν ὑπομείνειε μὴ συλλέξας τι τῶν ἀνθῶν ἐξελθεῖν· ὑμεῖς δὲ ἐκ πρώτης ἡλικίας εἰς ἔσχατον γῆρας τοῦτον μελετῶντες τὸν ψαλμὸν διατελεῖτε, τὰ ῥήματα εἰδότες μόνον, καὶ παρακάθησθε θησαυρῷ συνεσκιασμένῳ, καὶ βαλάντιον περιφέρετε ἐσφραγισμένον, καὶ οὐδὲ ὑπὸ πολυπραγμοσύνης παρωξύνθη τις μαθεῖν, τί ποτέ ἐστι τὸ λεγόμενον· οὐκ ἐζήτησεν, οὐκ ἠρεύνησε. Καίτοι γε οὐδὲ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι σαφής τις ὢν ὁ ψαλμὸς πάντας εἰς ὕπνον ἤγαγε, καὶ οὐκ ἀφῆκε ζητῆσαι τὸ προχείρως κείμενον. Καὶ γάρ ἐστιν ἀσαφὴς, καὶ ἱκανὸς διεγεῖραι τὸν μὴ σφόδρα καθεύδοντα, μᾶλλον δὲ καὶ τὸν καθεύδοντα. Τί γάρ ἐστι τὸ, Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας; τί δὲ τὸ, Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με; Τὸ δὲ μετὰ τοῦτο, εἰπέ μοι, οὐκ ἔστι παντὸς ζόφου ζοφωδέστερον; Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν. Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀλλ' ὅμως τοσούτων ὄντων ἀσαφῶν, ὥσπερ τινὰ ᾠδὴν ἁπλῶς παρατρέχουσιν οἱ πολλοί. Ἀλλ' ἵνα μὴ τὴν κατηγορίαν ἐπὶ πλεῖον ἐπιτείνοντες, φορτικὸν τὸν λόγον ἐργασώμεθα, φέρε δὴ πρὸς τὴν ἔρευναν τῶν εἰρημένων βαδίσωμεν. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· οὐδὲ γὰρ ἁπλῶς οἶμαι τὸν