348
Ἐὰν γὰρ παιδευθῇς μηδὲν περιττὸν λαλεῖν, ἀλλὰ διαπαντὸς τῇ τῶν θείων Γραφῶν διηγήσει τειχίζῃς σου καὶ τὴν διάνοιαν καὶ τὸ στόμα, ἀδάμαντος ἔσται ἀσφαλεστέρα ἡ φυλακή. Καὶ γὰρ πολλαὶ ὁδοὶ ἀπωλείας διὰ τοῦ στόματος, οἷον ὅταν τις αἰσχρολογῇ, ὅταν εὐτραπελεύηται, ὅταν κενοδοξῇ, ὅταν μεγαλαυχῇ, ὡς ὁ Φαρισαῖος, ὃς ἐπεὶ οὐκ ἔσχε θύραν ἐπὶ τοῦ στόματος, πάντα ἐξεχύθη τὰ ἔνδον δι' ὀλίγων ῥημάτων· διὸ καὶ ὥσπερ οἰκία ἀθύρωτος οὐκ ἰσχύσας κατασχεῖν τὸν θησαυρὸν τὸν ἐναποκείμενον, ἀθρόον ἐγένετο πένης. Σκόπει μοι καὶ ἄλλον διὰ μεγαληγορίας ἀπολλύμενον ὁμοίως. Εἶπε γὰρ, φησὶν, Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου. Ἰουδαῖοι δὲ διὰ τὸ ἐφήδεσθαι τοῖς τοῦ πλησίον κακοῖς νῦν μὲν ἀκούουσιν· Ἀνθ' ὧν εἶπας, Εὖγε, γέγονεν ὡς τὰ λοιπὰ ἔθνη Ἰσραήλ· νῦν δὲ ὀνειδίζονται, διὰ τὸ ἀποδυσπετεῖν, καὶ λέγειν· Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε. Καὶ ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται ποιοῦντες ἀνομήματα. Οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βίβλῳ; Ἕτεροι διὰ γογγυσμὸν, καθώς φησιν ὁ Παῦλος· Μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ἀπὸ τοῦ ὀλεθρευτοῦ. Καὶ πότε ἐγόγγυσαν; Ὅτε ἔλεγον· Ἐξήγαγες ἡμᾶς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ. Ἕτεροι διὰ παιδιὰν καθάπερ φησίν· Ἔφαγον καὶ ἔπιον, καὶ ἀνέστησαν παίζειν. Ἄλλοι διὰ λοιδορίας. Πᾶς ὁ λέγων τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται τῇ κρίσει. Καὶ ἕτεροι τούτων πλείους δι' ἄλλα ἀπώλοντο, μὴ φυλάξαντες τὰ ἑαυτῶν στόματα. Εἰ δὲ βούλει καὶ ἀπὸ σιγῆς ἀκαίρου ἀκοῦσαι ἀπολλυμένους τινὰς, ἐγώ σοι δείξω. Ἐὰν γὰρ μὴ διαστείλῃς, φησὶ, τῷ λαῷ, ἐκεῖνος μὲν ἀποθανεῖται τῇ ἁμαρτίᾳ αὐτοῦ, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Ἄλλος, ἐκ τοῦ ἀδιακρίτως τισὶ διαλέγεσθαι, καὶ τὰ ἐμπιστευθέντα ἐκχεῖν. Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μήτε ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. Ἄλλος, ἐκ τοῦ γελᾷν· διό φησιν· Οὐαὶ ὑμῖν οἱ γελῶντες, ὅτι κλαύσετε. Εἶδες πῶς ἀπόλλυσι στόμα; Ὅρα καὶ πῶς σώζει στόμα ἀπὸ τῶν 55.435 ἐναντίων. Εἶδες τὸν Φαρισαῖον ἀπολλύμενον δι' αὐτοῦ; Ὅρα τὸν τελώνην σωθέντα δι' αὐτοῦ. Εἶδες τὸν μεγαλήγορον βάρβαρον δίκην δόντα; Ὅρα τὸν δίκαιον μετριάζοντα καὶ λέγοντα, Ἐγώ εἰμι γῆ καὶ σποδός. Εἶδες τὸν ἐφηδόμενον ἐγκαλούμενον καὶ κολαζόμενον; Ὅρα τὸν συναλγοῦντα σωζόμενον. ∆ὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων καὶ ὀδυνωμένων. ∆ιὸ καὶ Παῦλος ἔλεγε, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Εἰ καὶ μηδὲν ἕτερον δύνασαι, φησὶν, οὐ μικρὸν τοῦτο εἰσοίσεις τῷ ἀλγοῦντι, τὸ συναλγῆσαι. Εἶδες τὸν γελῶντα θρήνῳ παραδιδόμενον; Ὅρα τὸν πενθοῦντα παρακλήσεως ἀπολαύοντα. Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Εἶδες τοὺς ἀποδυσπετοῦντας κολαζομένους; Ὅρα τοὺς εὐχαριστοῦντας σωζομένους. Εὐλογητὸς εἶ, Κύριε, καὶ αἰνετὸν τὸ ὄνομά σου, ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν. Καὶ μετ' ὀλίγα, Πάντα ὅσα ἐπήγαγες ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας. Ἐκεῖνοι ἔλεγον, Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίον· οὗτοι ἀπεναντίας, Καθαρὸς ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾷν πονηρά. Ἐκεῖνοι ἐμακάριζον ἀλλοτρίους, ὅτι ἀνοικοδομοῦνται ποιοῦντες ἀνομήματα· οὗτος τοὺς ὑπὸ Θεοῦ βοηθουμένους. Μακάριος, φησὶν, ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Καὶ πάλιν, Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. Εἶδες τοὺς ἁγίους καὶ ἑτέροις παραινοῦντας, καὶ αὐτοὺς ἀπεριτρέπτους ἐν τοῖς πειρασμοῖς μένοντας; Ἄκουσον γοῦν τοῦ Ἰακὼβ λέγοντος· Ἐὰνδῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι. Καὶ τοῦ Ἀβραάμ· Οὐ μὴ λάβω ἀπὸ σοῦ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος. Καὶ ἡνίκα δὲ ἡ γυνὴ διαφθείρεσθαι ἔμελλε, καὶ ὁ λιμὸς ἐπέκειτο, οὐδὲν ἐφθέγξατο ῥῆμα ἀπηχές. Καὶ ὅτε ὁ παῖς εἶπεν, Πάτερ, ἰδοὺ τὰ ξύλα καὶ