349
τὸ πῦρ, ποῦ τὸ πρόβατον; ὅρα πῶς μετὰ ἐπιεικείας καὶ φιλοσόφου διανοίας ἀποκρίνεται, καὶ λέγει· Ὄψεται ἑαυτῷ ὁ Θεὸς πρόβατον, τέκνον· οὔτε ὑπὸ τῆς φύσεως, οὔτε ὑπὸ τῆς συμπαθείας ἐπιστραφεὶς πρὸς τὰ τοῦ παιδὸς ῥήματα, μόνος πρὸς μόνον ἃ ἐποιεῖτο, ὅτε μάλιστα καὶ τὰ τοῦ πόθου σφοδρότερον ἀνάπτεσθαι εἰκὸς ἦν. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι ἑτέρους αἰδούμενος οὐκ ἐπένθησε, χωρισθεὶς αὐτῶν καὶ μόνος ὢν ἔδειξε τῆς φιλοσοφίας τὸν τόνον. ςʹ. Εἶδες τοὺς διὰ γέλωτος κολαζομένους; Ὅρα τοὺς διὰ θρήνων καὶ νηστειῶν σωζομένους, τοὺς Νινευίτας ἐννοήσας. Εἶδες τοὺς διὰ λοιδορίας τιμωρουμένους; Σκόπει τοὺς δι' εὐφημίαν μισθὸν λαμβάνοντας. Ὁ εὐλογῶν σε εὐλογημένος, καὶ ὁ καταρώμενός σε, ἐπικατάρατος. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς ὅτι οὐδὲ κεκλεῖσθαι δεῖ δι' ὅλου, οὐδὲ ἀνεῷχθαι εἰς πάντα, ἀλλ' εἰδέναι τὸν καιρὸν ἑκάστου; Ταῦτα καὶ ὁ προφήτης εἰδὼς ἔλεγε, 55.436 Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Τίς δ' ἂν γένοιτο φυλακὴ ἄλλη, ἢ λογισμὸς φοβερῶς ἐφεστὼς, μετὰ χεῖρας ἔχων τὸ πῦρ τὸ μέλλον κατακαίειν τοὺς ἁπλῶς τῷ στόματι κεχρημένους; Τοῦτον στῆσον πυλωρὸν καὶ φύλακα ἀπειλοῦντα τῷ συνειδότι, καὶ οὐδέποτε ἀνοίξει τὴν θύραν ταύτην ἀκαίρως, ἀλλ' εἰς καιρὸν, καὶ ἐπὶ κέρδει καὶ μυρίοις ἀγαθοῖς. ∆ιό τις ἔλεγε· ∆ιὰ παντὸς μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Εἶδες πῶς καὶ οὗτος τοῦτον ἐπέστησε τὸν λογισμόν; Ἐγὼ δὲ καὶ φοβερώτερον ἐποίησα αὐτὸν, οὐχὶ τῇ τελευτῇ μόνον, ἀλλὰ καὶ μετὰ τὴν τελευτὴν, εἰπὼν αὐτὸν μετὰ χεῖρας ἔχειν. Ἂν τοῦτο ᾖ, οὐδὲ τεχθήσεταί τι πονηρὸν ἐν τῇ διανοίᾳ. Μετὰ τούτου καὶ ἕτερον αὐτῷ παράστησον τὸν λέγοντα, ὅτι παντὸς ῥήματος ἀργοῦ λόγον ἀποδώσεις ἐν ἡμέρᾳ κρίσεως. Ἐννόησον ὅτι καὶ ὁ θάνατος ἐντεῦθεν εἰσῆλθεν. Εἰ γὰρ μὴ διελέχθη ἡ γυνὴ πρὸς τὸν ὄφιν ἐκεῖνα ἃ διελέχθη, εἰ μὴ προσήκατο τὰ ῥήματα, οὐκ ἂν ἐδέξατο τὴν βλάβην, οὐκ ἂν ἔδωκε τῷ ἀνδρὶ, οὐκ ἂν ἔφαγεν ἐκεῖνος. Καὶ ταῦτα λέγω, οὐ γλῶτταν καὶ στόμα αἰτιώμενος· ἄπαγε· ἀλλὰ τὴν ἄκαιρον αὐτῶν χρῆσιν, ἣ παρὰ ῥᾳθυμίαν γίνεται τοῦ λογισμοῦ. Ἔστι δὲ καὶ ἄλλη ὁδὸς ἀπωλείας διὰ στόματος γινομένη, ὅταν φιλήματα αἰσχρὰ ᾖ καὶ ἀκάθαρτα, ὅταν δολερὰ καὶ ὕπουλα. Καὶ τούτοις τίθει φυλακήν. Τοιοῦτον φίλημα ἦν τὸ τοῦ Ἰούδα, δόλου γέμον· ἀλλ' οὐ τὸ τοῦ Παύλου τοιοῦτον, ᾧ φιλεῖν ἀλλήλους ἐκέλευσε, λέγων· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· ὥσπερ οὐδὲ τοῦ ∆αυῒδ τὸ πρὸς τὸν Ἰωνάθαν, ἀλλὰ ἅγιον καὶ σεμνὸν, καὶ γνησίας ἀγάπης γέμον, καὶ οἷον ἦν τὸ τῶν ἐπιπεσόντων τῷ τοῦ Παύλου τραχήλῳ, καὶ καταφιλούντων αὐτόν. ∆ιὰ τοῦτό φησι· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν· οὐχ ἁπλῶς Θύραν, ἀλλὰ Περιοχῆς ἐπαγαγὼν, ὥστε περιέχειν τὸ πᾶν καὶ ἀσφαλίζεσθαι. Ἔστι καὶ ἕτερον εἶδος ἀπωλείας διὰ γλώττης, τὸ λέγειν. ∆ιὰ τί τοῦτο; εἰς τί τοῦτο γέγονε; ∆ιὰ τοῦτο καθαπτόμενος ὁ Παῦλος τῶν οὕτω φθεγγομένων ἀπερισκέπτως· Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Οὐ στόμα δὲ δεῖ φυλάττειν μόνον, ἀλλὰ καὶ διάνοιαν πρὸ τοῦ στόματος. ∆ιὸ καί τις ἔλεγε· Τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας, ἵνα ἐν τοῖς ἀγνοήμασί μου μὴ φείσωνται; ∆ιὸ καὶ ὁ Χριστὸς ἔνδοθεν αὐτοὺς ἀναιρεῖ τοὺς πονηροὺς λογισμοὺς, λέγων· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν. Ὁρᾷς πῶς οὐκ ἀφίησιν αὐτοὺς βλαστῆσαι, οὐδὲ ἀρχὴν λαβεῖν, οὐκ ἐπιθυμίαν, οὐκ ὀργήν; Καὶ γὰρ Ὁ ὀργιζόμενος, φησὶ, τῷ ἀδελφῷ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Οὐ μικρὸν δὲ καὶ τὸ μὴ πολλὰ φθέγγεσθαι εἰς ἀσφάλειαν· διό φησιν, Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν·