350
φειδόμενος δὲ χειλέων, νοήμων ἔσῃ. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Ἄλλος, Μὴ παρατρέψῃς τὴν καρδίαν μου εἰς λόγους πονηροὺς, ἐννοεῖν ἐννοίας παρανόμους. Τί δή 55.437 ποτε ἐναντίαν τὴν τάξιν ἐποιήσατο, καὶ πρότερον περὶ στόματος διαλεχθεὶς, τότε ἐπὶ τὴν καρδίαν ἦλθεν; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε τοῦτο ποιεῖ. Καθάπερ γὰρ ἐπὶ τῶν δεσμωτῶν τῶν βουλομένων ἐκφυγεῖν ἔργον προηγούμενον οἱ τὴν ἐπιμέλειαν ἔχοντες ποιοῦνται προκαταλαβεῖν τοῦ δεσμωτηρίου τὰς θύρας καὶ τοῦτο πάντες ἐσπουδάκασι, κἂν τοῦτο γένηται, τὸ λειπόμενον εὐδιόρθωτον· οὕτω δὴ καὶ οὗτος ἐνταῦθα ποιεῖ, καὶ δι' ὧν παραινεῖ, τοῦτο μονονουχὶ λέγει· Ἔστωσαν αἱ θύραι κεκλεισμέναι, καὶ οἱ πονηροὶ λογισμοὶ ταχέως χειρωθήσονται. ∆ιὰ τοῦτο οὐδὲ τὴν ἀρχὴν συγχωρεῖ ἔξωθεν εἰσελθόντας, καὶ τὴν πονηρὰν ἀνασπᾷ ῥίζαν, λέγων· Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας. Οὐχ ὅτι ὁ Θεὸς ἐκκλίνει· μὴ γένοιτο· ἀλλ' ὃ λέγει, τοιοῦτόν ἐστι· Μὴ ἀφῇς κλιθῆναι, μὴ ἀφῇς περιτραπῆναι εἰς ἐννοίας πονηράς. Ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς ἀρετῆς καὶ τῆς κακίας, ἀπὸ τῆς καρδίας. Τίνες δὲ οἱ λόγοι τῆς πονηρίας; Πολλοὶ καὶ διάφοροι. Καὶ γὰρ οἱ ἐπιβουλὰς ῥάπτοντες, οἱ τὸν Θεὸν διαβάλλοντες, οἱ ἀρετὴν ἀποστρεφόμενοι, οἱ κακίαν διώκοντες, οἱ περὶ δογμάτων διεφθαρμένων καὶ βίου ἠμελημένου ἡδέως ἀκούονται λόγοι, καὶ τὰ τοιαῦτα, ἐκ πονηρίας πολλῆς προϊέμενοι· ὥσπερ δέ εἰσιν ἔννοιαι καὶ ῥήματα πονηρίας, οὕτω καὶ ζωῆς. ∆ιὸ καὶ ἔλεγον οἱ μαθηταὶ τῷ Χριστῷ, Ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ πρὸς τίνα ἀπελευσόμεθα; Λέγεται δὲ ῥήματα ζωῆς, τὰ ζωὴν παρέχοντα· λέγεται δὲ καὶ ῥήματα σωτηρίας, τὰ σωτηρίαν περιποιοῦντα. ∆ιὸ καί τις σοφὸς λέγει, Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας. Λόγοι πονηρίας καὶ οἱ πονηροὺς ποιοῦντες τοὺς λέγοντας. ζʹ. Ὥσπερ γάρ εἰσιν ἀέρες λοιμώδεις καὶ νοσοποιοὶ, οὕτω καὶ λόγοι. Ὅπερ γὰρ ἐργάζονται ἐν σώματι ἐκεῖνοι, τοῦτο οὗτοι τῇ παραδεχομένῃ ψυχῇ. Εὔχεται τοίνυν καὶ οὗτος δι' ὧν ἐπήγαγε, καὶ λέγει· Μὴ ἀφῇς τὴν καρδίαν μου δέξασθαι λόγους τοιούτους, μὴ ἀφῇς ἐκεῖ κλιθῆναι. Εἶδες πῶς δείκνυσι τὸ αὐτεξούσιον, καὶ ὅτι οὐκ ἐν ἑαυτῇ τὴν πονηρίαν ἡ φύσις ἔχει, ἀλλ' ἀπὸ ῥᾳθυμίας κλινομένη δέχεται; Τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Αὕτη μάλιστά ἐστιν ἡ τῆς ἀπωλείας ὁδὸς, ὅταν ἢ αὐτὴ ἡ ἁμαρτοῦσα ψυχὴ τὸν φόβον ἐκλύσῃ, καὶ προφάσεις τινὰς εἰς ῥᾳθυμίαν ἐπινοῇ· ἢ καὶ ὅταν, μοιχεύσαντός τινος, βουλόμενος ἕτερος ἐκλῦσαι αὐτοῦ τὴν κατάνυξιν, λέγῃ· Μὴ γὰρ σὺ αἴτιος; ἡ ἐπιθυμία αἰτία. Κακὸν γοῦν τὸ ἁμαρτεῖν, χαλεπώτερον δὲ αὐτὸ ποιεῖ τὸ ἀρνεῖσθαι μετὰ τὸ ἁμαρτεῖν. Τοῦτο μάλιστα ὅπλον τοῦ διαβόλου. Τοῦτο καὶ ἐπὶ τῶν πρωτοπλάστων ἐγένετο. ∆έον γὰρ ὁμολογῆσαι τὸν Ἀδὰμ τὰ πεπλημμελημένα, ὁ δὲ ἐφ' ἑτέραν μεταφέρει τὴν αἰτίαν, κἀκείνη πάλιν ἐπὶ τὸν διάβολον. ∆έον εἰπεῖν, Ἡμάρτομεν, ἠνομήσαμεν, οἱ δὲ οὐ 55.438 μόνον οὐχ ὁμολογοῦσιν, ἀλλὰ καὶ ἀπολογίαν συντιθέασιν. Ὁ γὰρ διάβολος εἰδὼς, ὅτι ἡ ὁμολογία τῆς ἁμαρτίας λύσις ἐστὶ τῆς ἁμαρτίας, πείθει τὴν ψυχὴν ἀναισχυντεῖν. Ἀλλὰ σὺ, ἀγαπητὲ, ὅταν ἁμάρτῃς, εἰπὲ, ὅτι Ἥμαρτον· ταύτης τῆς ἀπολογίας οὐδὲν δικαιότερον. Οὕτω τὸν Θεὸν ἵλεων ποιεῖς· οὕτω καὶ σεαυτὸν ὀκνηρότερον εἰς τὸ τοῖς αὐτοῖς περιπεσεῖν. Ὅταν δὲ μέλλῃς προφάσεις οὐκ οὔσας ζητεῖν, καὶ ἀπαλλάττειν τὴν ψυχὴν τοῦ δέους, προθυμοτέραν αὐτὴν ἐργάσῃ πρὸς τὸ πάλιν ἐμφύρεσθαι τοῖς αὐτοῖς, καὶ τὸν Θεὸν μειζόνως παροξυνεῖς. Οὐδένα γὰρ τῶν ἁμαρτανόντων πρόφασις λείπει ἀναίσχυντος. Καὶ γὰρ ὁ ἀνδροφόνος τὸν θυμὸν αἰτιάσασθαι ἔχει, καὶ ὁ κλέπτης τὴν πενίαν, καὶ ὁ μοιχὸς τὴν ἐπιθυμίαν, καὶ ἕτερος τὴν δυναστείαν· ἀλλὰ ταῦτα προφάσεις εἰσὶν ἄλογοι, οὐδεμίαν ἀπολογίαν εὔλογον ἔχουσαι.