351
Οὐδὲ γὰρ ἐκεῖνα ποιεῖ τὰς ἁμαρτίας, ἀλλ' αἱ γνῶμαι τῶν ἁμαρτανόντων. Καὶ ὅτι αὗται, ἀπὸ τῶν προσεχόντων τοῦτο ποιήσω φανερόν. Ὅταν γὰρ φαίνηται ἕτερος ἄνθρωπος, καὶ πενίᾳ συζῶν, καὶ ἐπιθυμίαν ἔχων, καὶ ταῖς ἀνάγκαις τῆς φύσεως ὑποκείμενος, καὶ ταῦτα μὴ ἁμαρτάνων, ποίαν ἕξουσιν οὗτοι ἀπολογίαν; ∆ιὰ τοῦτο σοφός τις καλῶς οὕτως εἶπε· Τίς δώσει ἐπὶ διανοίας μου μάστιγας, ἵνα ἐπὶ τοῖς ἀγνοήμασί μου μὴ φείσωνται; Ὅρα τὸν ∆αυῒδ οὐ προφασιζόμενον ἡνίκα ἥμαρτεν, ἀλλὰ λέγοντα· Ἡμάρτηκα τῷ Κυρίῳ. Καίτοι γε εἶχεν εἰπεῖν· Τί γὰρ ἐγυμνοῦτο ἡ γυνή; τί γὰρ ἐλούετο πρὸ τῶν ὀφθαλμῶν τῶν ἐμῶν; Ἀλλ' ᾔδει ὅτι ταῦτα πρόφασις ἦν ἄλογος· καὶ διὰ τοῦτο ἦλθεν ἐπὶ τὴν σαφῆ ἀπολογίαν, τῷ εἰπεῖν, Ἥμαρτον. Ἀλλ' οὐχ ὁ Σαοὺλ οὕτως, ἀλλ' ἐγκαλούμενος περὶ τῆς ἐγγαστριμύθου, ἔλεγε, Θλίβομαι, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί. ∆ιὰ δὴ τοῦτο μάλιστα ἐκολάζετο. ∆έον γὰρ εἰπεῖν, Ἥμαρτον, καὶ, Παρηνόμησα· ὁ δὲ τοῦτο μὲν οὐκ εἶπε, περιήρχετο δὲ προφάσεις ἀλόγους ζητῶν. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν. Τοῦτο ἐπήγαγε δεικνὺς, ὅτι ἐκείνων ἐστὶ μάλιστα τὸ προφασίζεσθαι, τὸ ἀναισχυντεῖν. ∆ιὰ δὴ τοῦτο καὶ ὁ ∆αυῒδ συνεχῶς ἀντὶ ἀρετῆς τοῦτο προβάλλεται, τὸ φεύγειν τοὺς τοιούτους συλλόγους, μᾶλλον δὲ καὶ ἐντεῦθεν τοῦ βιβλίου παντὸς ἄρχεται λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισε. ∆ι' αὐτὸ δὲ τοῦτο εὑρίσκεις αὐτὸν ἀεὶ ἐν τοῖς ἁμαρτήμασιν εὐγνώμονα. Ὅτε γοῦν ἠρίθμησε τὸν λαὸν, ἔλεγεν· Ἐγὼ ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα. Οὐκ εἶπε· Τί γάρ ἐστι, ὅτι ἠρίθμησα; ἀλλ' ἑαυτὸν καταδικάζει, διὸ καὶ συγγνώμης τυγχάνει. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν ἵλεων ποιεῖ, ὡς τὸ τὰ οἰκεῖα ὁμολογεῖν ἁμαρτήματα. Τοῦτο γένοιτ' ἂν ἐκ τοῦ φεύγειν τοὺς συλλόγους τοὺς ἐκλύοντας τὸν ἐκ τῶν ἁμαρτημάτων φόβον, καὶ εἰς ῥᾳθυμίαν ἐμβάλλοντας. ∆ιὸ καὶ Παῦλος καὶ Ἱερεμίας πολὺν ὑπὲρ τούτου ποιοῦνται λόγον, φεύγειν κελεύοντες ἑκάτεροι τῶν πονηρῶν τὰς συνουσίας, καὶ τῶν οὕτω ῥᾳθύμων. Καὶ ὁ Ἰὼβ δὲ ἐν τάξει ἀρετῆς καὶ τοῦτο τίθεται λέγων· Εἰ ἤμην πορευόμενος μετὰ γελοιαστῶν. Οὗτος δὲ μηδὲ καθίσαι δείκνυσιν ἑαυτὸν 55.439 μετὰ τοιούτων, λέγων· Οὐκ ἐκάθισα ἐν συνεδρίῳ παιζόντων. ∆ιά τοι τοῦτο καὶ Παῦλος οὐκ ἀφίησι συνεσθίειν τοῖς πονηροῖς, οὐδὲ ἁπλῶς συγγίνεσθαι, λέγων· Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ. Καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Ἕτερος, Μηδὲ συμφάγοιμι τὰ ἡδέα αὐτῶν. Ἄλλος, Μὴ συναυλισθῶ ἐν ταῖς τερπνότησιν αὐτῶν. Τὸ ἀποστολικὸν ἐνταῦθα λέγει, ὅτι καὶ τρυφὰς αὐτῶν καὶ συμπόσια φεύγειν δεῖ, ἔνθα μάλιστα τὰ τῆς ἁμαρτίας αὔξεται, ἔνθα πλείων ἡ ἄδεια γίνεται. ηʹ. Οὐ μικρὸν δὲ τοῦτο ἀρετῆς σημεῖον, οὐ μικρὰ διορθώσεως ὁδὸς, τὸ φεύγειν τὰ τοιαῦτα συμπόσια καὶ τοὺς συλλόγους, καὶ μήτε φιλίαν αἰδεῖσθαι, μήτε γαστρὶ δουλεύοντας τὸν τόνον ἐκλύειν τῆς ψυχῆς, καὶ τὸ τῆς φιλοσοφίας εὔτονον παραλύειν. Οὕτω πολλοὶ φιλίαν αἰδεσθέντες εἰς τὸ τῆς μέθης κατεκυλίσθησαν κλυδώνιον, οὕτως ὑπὸ πορνείας ἑάλωσαν, καὶ πῦρ ἡδονῆς ἀνῆψαν, συμπόσια διώξαντες καὶ θέατρα πολλὴν ἔχοντα παρανομίαν. Τοῦτο καὶ αὐτὸς δείκνυσιν ἑαυτὸν πεποιηκέναι, ὡς μηδὲ μετασχεῖν τῆς τοιαύτης τραπέζης. Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ἄλλος, Κατελεησάτω με δίκαιος ἐλέους, καὶ ἐλεγξάτω. Καὶ τοῦτο οὐ μικρὸν ἀρετῆς εἶδος μετὰ τοῦ προτέρου, τὸ μὴ φεύγειν ἐλέγχους, μηδὲ ἐπιτιμήσεις τὰς παρὰ τῶν δικαίων γινομένας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τῶν μὲν πρὸς χάριν διαλεγομένων ἐπὶ βλάβῃ μηδέποτε μεταλάβοιμι, φησὶ, τῶν