354
βελτίους· ὁ δὲ ἀτονώτερος ὢν, φευγέτω τοὺς πονηροὺς, ὥστε μὴ τὴν παρ' ἐκείνων δέξασθαι λύμην. Καὶ οὕτω καὶ τὸν παρόντα βιώσεται βίον μετὰ ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπιτεύξεται ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΜΑʹ ΨΑΛΜΟΝ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. αʹ. Ὁρᾷς πῶς πανταχοῦ τοῦτο ποιεῖ, καὶ ἀπὸ ταύτης προοιμιάζεται τῆς ἀρχῆς, καὶ δεύτερον ἐνταῦθα Φωνῇ καὶ Φωνῇ λέγει; Ποιεῖ δὲ τοῦτο οὐχ ἁπλῶς, ἀλλ' ὥστε διδάξαι ἡμᾶς δύο ταῦτα διὰ τοῦ διπλασιασμοῦ, τό τε εὔτονον τῆς προθυμίας, τό τε συντεταμένον τῆς διανοίας· καὶ πρὸς τούτοις ἔτι τὸ αὐτοῦ εἶναι τὴν φωνήν. Οὐ γὰρ πάντες οὔτε φωνῇ βοῶσιν, οὔτε πρὸς τὸν Θεὸν, οὔτε τῇ οἰκείᾳ. ∆εῖ δὲ ἅπαντα ταῦτα συνελθεῖν. Ὁ κατ' ἐχθρῶν βοῶν, οὐκ ἀνθρώπου φωνὴν προΐεται, ἀλλὰ θηρίου καὶ ὄφεως. Ὁ ῥᾳθυμῶν, καὶ μὴ ἀκούων ὧν λέγει, οὐ πρὸς τὸν Θεὸν βοᾷ, ἀλλὰ ἁπλῶς καὶ εἰκῆ φθέγγεται. Ὁ μὴ διεγείρων τὴν διάνοιαν, κἂν μεγάλα κράζῃ, πάλιν οὗτος οὐ βοᾷ Φωνὴ γὰρ, ὃ πολλάκις ἔφθην εἰπὼν, οὐ τὸν τόνον δηλοῖ τοῦ πνεύματος, ἀλλὰ τὴν συντεταμένην διάνοιαν. Ἀλλ' οὐχ οὗτος οὕτως· ἀλλὰ τρία ταῦτα συνάγει, καὶ δείκνυσιν, ὅτι τε φωνῇ βοᾷ, καὶ πρὸς τὸν Θεὸν, καὶ τῇ ἑαυτοῦ φωνῇ. ∆ιὰ τοῦτο δεύτερόν φησι, Φωνῇ μου καὶ Φωνῇ μου. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Εἶδες ψυχὴν τῶν βιωτικῶν ἀπηλλαγμένην; Οὐδὲ γὰρ πρὸς ἀνθρώπους κατέφυγεν, οὐδὲ τὰς παρὰ τούτων ἐξῄτησε συμμαχίας, ἀλλὰ πρὸς τὴν ἀχείρωτον βοήθειαν, καὶ τὴν ἄνωθεν ῥοπήν. Εἶτα τὸ συντεταμένον τῆς διανοίας, καὶ τὴν θερμότητα, ἣν εἶχεν ἐναποκειμένην, διὰ τῆς λέξεως ταύτης ἐμφῆναι βουλόμενος, Ἐκχεῶ, φησὶ, μετὰ πολλῆς τῆς δαψιλείας. Ἐντεῦθεν μανθάνομεν, ὅτι οὐ μικρὸν καὶ αἱ θλίψεις εἰς φιλοσοφίαν συμβάλλονται· τοῦτο γὰρ τῆς θλίψεως ὁ καρπός· μηδεὶς τοίνυν φευγέτω αὐτήν. ∆ύο γὰρ ταῦτα ἔχει τὰ κέρδη· ἓν μὲν, ὅτι τε σπουδαιοτέρους ἐργάζεται καὶ προσεκτικωτέρους· ἕτερον δὲ, καὶ ὅτι οὐ μικρὸν ἡμῖν δικαίωμα εἰς τὸ ἀκουσθῆναι γίνεται. ∆ιά τοι τοῦτο καὶ αὐτὸς οὐκ εἶπε, Τὴν δικαιοσύνην μου, οὐδὲ, Τὰ κατορθώματά μου, ἀλλὰ, Τὴν θλίψιν μου, ὡς οὐ μικρᾶς καὶ ταύτης οὔσης αὐτῷ συνηγορίας. ∆ιὰ τοῦτο καὶ ὁ Ἡσαΐας, Παρακαλεῖτε, φησὶ, τὸν λαόν μου, ἱερεῖς· λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Καὶ ὁ Παῦλος· Παράδοτε τὸν τοιοῦτον τῷ Σα 55.443 τανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ Κορινθίοις ἐπιστέλλων, ἔλεγε· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς, καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ τῷ πλουσίῳ ὁ Ἀβραὰμ ἔλεγε· Ἀπέλαβες τὰἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ· καὶ νῦν μὲν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ὁ ∆αυῒδ δὲ ἡνίκα αὐτὸν κατηράσατο ὁ Σεμεεὶ, ἔλεγεν· Ἄφες αὐτὸν καταρᾶσθαί με, ὅτι Κύριος αὐτῷ ἐνετείλατο, ὅπως ἂν ἴδῃ τὴν ταπείνωσίν μου. Καὶ πανταχοῦ τῶν Γραφῶν εὑρήσομεν, ὅτι οἱ τὰς θλίψεις εὐχαρίστως φέροντες, οὐ μόνον πολλὰ τῶν ἁμαρτημάτων διαλύονται, ἀλλὰ καὶ οὐ μικρὰν ἐντεῦθεν κτῶνται πρὸς τὸν Θεὸν τὴν παῤῥησίαν. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ὅτε μάλιστα οἱ μικρόψυχοι τῶν ἀνθρώπων ἀναπίπτουσι,