355
πολλοὶ δὲ καὶ δύσφημα ῥήματα φθέγγονται, τότε οὗτος μάλιστα φιλοσοφεῖ, διδάσκαλον ἔχων τῆς σπουδῆς τὴν θλίψιν. Ὅταν οὖν ἴδῃς τινὰ ἀπογινώσκοντα ἀπὸ θλίψεως, ἢ πικρόν τι ῥῆμα φθεγγόμενον, μὴ τὴν θλίψιν αἰτίαν ἡγοῦ, ἀλλὰ τὴν μικροψυχίαν τοῦ ταῦτα λαλοῦντος. Τῆς γὰρ θλίψεως ἡ φύσις τὰ ἐναντία κατασκευάζειν εἴωθε, προσοχὴν, συντριβὴν διανοίας, συντεταμένην γνώμην, εὐλαβείας ἐπίτασιν. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. Εἰ δὲ Ἰουδαῖοι θλιβόμενοι ἐγόγγυζον, οὐ τῆς θλίψεως, ἀλλὰ τῆς ἐκείνων ἀνοίας ἦν τὰ τοῦ γογγυσμοῦ ῥήματα· ἐπεὶ οἱ ἅγιοι θλιβόμενοι, λαμπρότεροι καὶ φιλοσοφώτεροι ἐγίνοντο. ∆ιὸ καὶ ἔλεγεν αὐτὸς οὗτος· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Καὶ ὁ Παῦλος· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι χάρις μου. Ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται· διὸ εὐδοκῶ ἐν θλίψεσιν, ἐν ἀσθενείαις, ἐν διωγμοῖς. Ὅτε γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Ὁρᾷς καὶ τοῦτον ἐν τῇ θλίψει μᾶλλον διεγειρόμενον, καὶ πρὸς τὸν Θεὸν καταφεύγοντα, καὶ μειζόνως ἀντεχόμενον αὐτοῦ μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ ἐν αὐτῷ τῷ πυθμένι τῶν κακῶν τοῦτο γάρ ἐστιν, Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ τότε μάλιστα σπουδαιότερον γινόμενον; Τὸ δὲ, Σὺ ἔγνως τὰς τρίβους μου, ἕτερος ἑρμηνευτὴς εἶπε, Σὺ γὰρ οἶδας. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιὰ, καὶ ἐπέβλεπον· καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἐνταῦθα τὴν ἐπίτασιν τῆς συμφορᾶς καὶ τὰ δεινὰ αὐξόμενα δείκνυσι, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς, πῶς προσῄεσαν καὶ ἐγγυτέρω ἐγίνοντο, βουλόμενοι ὑποσκελίσαι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ μόνον οὐκ ἦσαν αὐτῷ τινες βοηθοὶ ἢ σύμμαχοι, ἀλλ' οὐδὲ ἐπεγίνωσκον. βʹ. Τοῦτο ἡ ἐπίτασις τῆς ἐρημίας, ἡ ὑπερβολὴ τῆς 55.444 ἀλλοτριώσεως· ὀλίγων γάρ ἐστι τὸ ἐν συμφοραῖς παρεῖναι καὶ βοηθεῖν, καὶ μάλιστα ὅταν αἱ συμφοραὶ κινδύνους ἀπειλῶσιν. Ἀλλὰ τοῦτο οὐ μόνον αὐτὸν οὐκ ἔβλαψεν, ἀλλὰ καὶ μειζόνως ὠφέλησε, πρὸς τὸν Θεὸν αὐτὸν οἰκειῶσαν. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν ἴδῃς αὐξόμενα τὰ δεινὰ, μὴ ἀναπέσῃς, ἀλλὰ νῆφε μειζόνως. ∆ιὰ γὰρ τοῦτο ἀφίησιν ὁ Θεὸς αἴρεσθαι αὐτὰ, ἵνα σου τὴν ῥᾳθυμίαν ἀποτινάξῃ, ἵνα σε ἀφυπνίσῃ καθεύδοντα. Τότε γὰρ πάντα τὰ περιττὰ περικόπτεται, τότε πάντα ἐκφυσᾶται τὰ βιωτικὰ, τότε ἐν προσευχῇ σπουδαιότερος γίνεται, πρὸς ἐλεημοσύνην προθυμότερος, πρὸς ὑπεροψίαν γαστρὸς, καὶ ἕκαστον πάθος εὐκαταγώνιστον γίνεται, ὑπὸ τῆς θλίψεως φυγαδευόμενον. Ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν οὐχὶ κολάσαι βουλόμενος, λύπαις ἡμᾶς συνέδησε καὶ πόνοις, εἰ καὶ ἐν τάξει κολάσεως τὴν ἀπόφασιν τέθεικεν, ἀλλὰ σωφρονίσαι καὶ βελτίους ἐργάσασθαι. Εἰ γὰρ καὶ λύπης ἐπικειμένης, καὶ τοῦ βίου ἐπιμόχθου ὄντος, τοσαύτη κρατεῖ κακία· εἰ μηδὲν τούτων ἦν, ποῦ οὐκ ἂν ἐξέβη τὰ τῆς πονηρίας; Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῆς ψυχῆς, ὅπου γε καὶ ἐν τοῖς σώμασιν ἀγαθὸν ἡ θλίψις; Καὶ γὰρ τὸ εἰς ἄκραν εὐπάθειαν ἐξάγεσθαι τὴν σάρκα ἐπιβλαβές· ἄλλως τε καὶ τὸ πολλαχόθεν ἐπιβουλὰς συνίστασθαι, νήφειν ποιεῖ· κἂν προσέχωμεν, οὐδὲν βλαπτόμεθα. ∆ιὸ καί τίς φησιν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατεῖς· καὶ οὗτος, Ἐν ὁδῷ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν ταῦτα ἐκλάβοι, ὄψεται τὸν διάβολον αὐτὸ ποιοῦντα, οὐ πόῤῥωθεν, ἀλλὰ πλησίον κρύπτοντα τὰς ἐπιβουλάς. ∆ιὸ καὶ πολλῆς ἡμῖν δεῖ τῆς νήψεως. Κρύπτει γὰρ παγίδα, ἐν ἐλεημοσύνῃ τὴν κενοδοξίαν, ἐν νηστείᾳ τὴν ἀλαζονείαν, οὐκ ἐν ἑτέροις, ἀλλὰ ἐν αὐταῖς ταῖς ὁδοῖς, αἷς