356
βαδίζομεν, ὅπερ ἐστὶ καὶ χαλεπώτερον. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ. Ὅρα πάλιν ἑτέραν προσθήκην τῶν δεινῶν. ∆είκνυσι γὰρ οὐ μόνον ὅτι ἐν ταῖς ὁδοῖς αἱ παγίδες, οὐδ' ὅτι οὐδεὶς ἦν ὁ βοηθῶν, οὐδὲ ὁ ἐπιγινώσκων· ἀλλ' ὅτι οὐδὲ τὸ λειπόμενον αὐτῷ πρὸς ἀπαλλαγὴν, τὸ φυγῇ τὴν σωτηρίαν πορίσασθαι, ῥᾴδιον καὶ εὔκολον ἦν. Οὕτως ἐν μέσοις ἀπείληπτο τοῖς κακοῖς, καὶ ἐν ἀφύκτῳ συμφορᾷ ἦν, ἀλλ' ὅμως καὶ οὕτως οὐκ ἀπεγίνωσκε. Καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου, τουτέστιν, ὁ ἀμύνων, ὁ βοηθῶν. Τί οὖν αὐτός; ἆρα ἐν τοσαύτῃ ἀπορίᾳ καὶ ἀμηχανίᾳ ὢν ἀπέγνω τὴν σωτηρίαν; Οὐδαμῶς· ἀλλὰ πρὸς τὸν Θεὸν καταφεύγει εὐθέως, καὶ λέγει· Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα, Σὺ εἶ ἐλπίς μου, μερίς μου ἐν γῇ ζώντων. Ὁρᾷς νῆψιν ψυχῆς; Οὐκ ἐβάπτισεν αὐτὸν τὰ δεινὰ, ἀλλὰ μᾶλλον ἐπτέρωσε, καὶ ἐν ἀπόροις ὢν, ἔγνω τὴν ἄμαχον χεῖρα καὶ τὴν παναλκῆ δύναμιν, καὶ τὴν ἐν ἀμηχάνοις εὐκολίαν. Εἶπα, σὺ εἶ ἐλπίς μου. Τὰ ἀνθρώπινα, φησὶ, πάντα ἐλήλεγκται, καὶ ὁ χειμὼν μείζων συμμαχίας οὕτως ἁπάσης, ὡς οὐδεμιᾷ τέχνῃ οἷόν τε εἶναι περιγενέσθαι τοῦ ναυαγίου. Ἀλλ' ὅμως εἰ καὶ παρὰ ἀνθρώποις ταῦτα ἀπέγνωσται, καὶ πάντες ἀπηγορεύσαμεν, ἀλλὰ σοὶ πάντα ῥᾴδια· ὅθεν καὶ ἐλπίζοντες 55.445 οὐκ ἀποναρκῶμεν. Μερίς μου εἶ ἐν γῇ ζώντων. Τουτέστιν, ὁ κλῆρός μου, ὁ θησαυρός μου, ὁ πλοῦτός μου, τὰ πάντα αὐτὸς εἶ. Ἐν γῇ ζώντων. Γῆν ζώντων ἐνταῦθα τὴν οἰκείαν πατρίδα καλεῖ. Οἶδε γὰρ πολλάκις τὴν αἰχμαλωσίαν τὴν εἰς Βαβυλῶνα ᾅδην καὶ θάνατον καλεῖν. Εἶτα ἐπειδὴ ἐν μὲν ἀλλοτρίᾳ ὢν, οὐδεμίαν λατρείαν ἐπετέλει τὴν εἰωθυῖαν, ἐκεῖ δὲ τὰ τῆς ἁγιαστίας ἅπαντα ἐπληροῦτο, διὰ τοῦτό φησι, Μερίς μου εἶ ἐν γῇ ζώντων. Ἀεί μου προέστης, φησὶ, καὶ ᾠκειώσω με ἐν γῇ ζώντων, καὶ πολλή μοι πρὸς σὲ γέγονε κοινωνία. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ὁρᾷς πῶς ὅπερ ἀνωτέρω ἔλεγε, τοῦτο καὶ ἐνταῦθα ἀντὶ συνηγορίας τίθησι, τὸ ταπεινωθῆναι λέγω, τὸ δίκην δοῦναι τῶν ἡμαρτημένων μεθ' ὑπερβολῆς. Τὸ δὲ, Σφόδρα, οὐ τῆς τῶν γενομένων κατηγορίας ἐστὶν, ἀλλὰ τῆς λύπης καὶ τῆς ἀσθενείας τοῦ πάσχοντος. Ἂν μὲν γὰρ πρὸς τὴν ἀξίαν τῶν ἁμαρτημάτων ἴδῃς, οὐ σφοδρὰ ἡ ταπείνωσις· ἂν δὲ πρὸς τὴν ἀσθένειαν τοῦ φέροντος, σφοδρὰ μεθ' ὑπερβολῆς. Οὐδαμοῦ γὰρ ὁ Θεὸς ἀξίαν ἀπαιτεῖ τῶν πλημμελημάτων τιμωρίαν. Εἰ δὲ τοῖς πάσχουσιν ἀφόρητος εἶναι δοκεῖ, οὐ παρὰ τὴν φύσιν τῶν γινομένων, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῶν ὑπομενόντων. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἰδοὺ καὶ ἄλλη αἰτία πάλιν, ἡ ἄδικος ἐπιβουλὴ τῶν ἐπηρεαζόντων, καὶ τὸ εἶναι αὐτὸν ἐν ἀσθενείᾳ πολλῇ· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Τὸ ἐξομολογήσασθαι ἐνταῦθα ἀντὶ τοῦ εὐχαριστῆσαί ἐστιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπάλλαξόν με τῶν δεινῶν. Φυλακὴν γὰρ τὴν τῶν συμφορῶν ὑπερβολὴν αἰνίττεται. γʹ. Ὥστε εὐχαριστῆσαι τῷ ὀνόματί σου. Οὐ μικρὸν καὶ τοῦτο, τὸ ἐν εὐημερίᾳ γενομένους μὴ εἰς λήθην ἐμπεσεῖν τῆς εὐεργεσίας. Πολλοὶ γὰρ τῶν ἀνθρώπων ἐν θλίψεσι μέν εἰσι σπουδαιότεροι, ἐν ἀνέσει δὲ ῥᾳθυμότεροι· ἕτεροι πάλιν ἐν ἀνέσει ῥᾴθυμοι, καὶ ἐν θλίψεσιν ἀπογινώσκοντες ἑαυτῶν, ὑπτιώτεροι γινόμενοι. Ἀλλ' οὗτος ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ μένει τὴν αὐτὴν εὐλάβειαν διατηρῶν· οὔτε γὰρ ἡ θλίψις αὐτὸν ἀναπεσεῖν ἐποίησεν, ἀλλὰ μᾶλλον συνήγαγε πρὸς τὴν δέησιν καὶ τὴν εὐχήν· οὔτε ἡ ἄνεσις ὕπτιον κατεσκεύασεν, ἀλλὰ καὶ τότε πρὸς εὐχαριστίαν παρασκευάζεται. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Ἕτερος, Στεφανώσονται δίκαιοι, ὅταν εὐεργετήσῃς με. Τί ἐστι τοῦτο; Καὶ τοὺς δικαίους, φησὶ, τοῦτο ὠφελήσει. Καὶ γὰρ καὶ ἐκεῖνοι εὐφρανθήσονται, χαρήσονται, σκιρτήσουσιν, ἰδόντες μου τὴν ἀπαλλαγὴν τῶν δεινῶν. Τοιαῦται γὰρ αἱ τῶν ἁγίων ψυχαί· καὶ τοῖς